[54] Σοὶ δ' ἐγὼ οὔτι μέμφομαι μηνύσαντι τὴν ἐμὴν διάνοιαν. εὐνοίᾳ γὰρ τῆς πόλεως μᾶλλον ἢ κατὰ τὸ ἐμὸν ἔχθος ἐμήνυες˙ ἔτι τε ἀμαθίᾳ τῆς ἀρχῆς, ὁποίαν τινὰ ἐγὼ καταστήσομαι. ἐπεὶ μαθὼν τάχ' ἂν ἠνέσχου καθισταμένου, οὐδ' ἔφυγες. ἐπάνιθι τοίνυν οἴκαδε, πιστεύων μοι καὶ ἀνωμότῳ, ἄχαρι μηδὲν πείσεσθαι Σόλωνα ἐκ Πεισιστράτου. ἴσθι γὰρ μηδ' ἄλλον τινὰ πεπονθέναι τῶν ἐμοὶ ἐχθρῶν. ἢν δὲ ἀξιώσῃς τῶν ἐμῶν φίλων εἷς εἶναι, ἔσῃ ἀνὰ πρώτους˙ οὐ γάρ τι ἐν σοὶ ἐνορῶ δολερὸν ἢ ἄπιστον˙ εἴτε ἄλλως Ἀθήνησιν οἰκεῖν, ἐπιτετράψεται. ἡμῶν δὲ εἵνεκα μὴ ἐστέρησο τῆς πατρίδος.
[54] "Σοὶ δ' ἐγὼ οὔτι μέμφομαι μηνύσαντι τὴν ἐμὴν διάνοιαν. εὐνοίᾳ γὰρ τῆς πόλεως μᾶλλον ἢ κατὰ τὸ ἐμὸν ἔχθος ἐμήνυες˙ ἔτι τε ἀμαθίᾳ τῆς ἀρχῆς, ὁποίαν τινὰ ἐγὼ καταστήσομαι. ἐπεὶ μαθὼν τάχ' ἂν ἠνέσχου καθισταμένου, οὐδ' ἔφυγες. ἐπάνιθι τοίνυν οἴκαδε, πιστεύων μοι καὶ ἀνωμότῳ, ἄχαρι μηδὲν πείσεσθαι Σόλωνα ἐκ Πεισιστράτου. ἴσθι γὰρ μηδ' ἄλλον τινὰ πεπονθέναι τῶν ἐμοὶ ἐχθρῶν. εἰ δὲ ἀξιώσεις τῶν ἐμῶν φίλων εἷς εἶναι, ἔσῃ ἀνὰ πρώτους˙ οὐ γάρ τι ἐν σοὶ ἐνορῶ δολερὸν ἢ ἄπιστον˙ εἴτε ἄλλως Ἀθήνησιν οἰκεῖν, ἐπιτετράψεται. ἡμῶν δὲ οὕνεκα μὴ ἐστέρησο τῆς πατρίδος." [54] Σοὶ δ' ἐγὼ οὔτι μέμφομαι μηνύσαντι τὴν ἐμὴν διάνοιαν. Εὐνοίᾳ γὰρ τῆς πόλεως μᾶλλον ἢ κατὰ 〈τὸ〉 ἐμὸν ἔχθος ἐμήνυες˙ ἔτι τε ἀμαθίᾳ τῆς ἀρχῆς, ὁποίαν τινὰ ἐγὼ [3710] καταστήσομαι. Ἐπεὶ μαθὼν τάχ' ἂν ἠνέσχου καθισταμένου, οὐδὲ ἔφυγες. Ἐπάνιθι τοίνυν οἴκαδε, πιστεύων μοι καὶ ἀνωμότῳ, ἄχαρι μηδὲν πείσεσθαι Σόλωνα ἐκ Πεισιστράτου. Ἴσθι γὰρ μηδὲ ἄλλον τινὰ πεπονθέναι τῶν ἐμοὶ ἐχθρῶν. Ἢν δὲ ἀξιώσῃς τῶν ἐμῶν φίλων εἷς εἶναι, ἔσῃ [3715] ἀνὰ πρώτους˙ οὐ γάρ τι ἐν σοὶ ἐνορῶ δολερὸν ἢ ἄπιστον˙ εἴτε ἄλλως Ἀθήνησιν οἰκεῖν, ἐπιτετράψεται. Ἡμῶν δὲ εἵνεκα μὴ ἐστέρησο τῆς πατρίδος.