[50] τὰ δὲ περὶ τῆς τοῦ Πεισιστράτου τυραννίδος ἐλεγεῖα προλέγοντος αὐτοῦ ταῦτα ἦν (Diehl 10)˙

ἐκ νεφέλης φέρεται χιόνος μένος ἠδὲ χαλάζης˙
βροντὴ δ' ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς˙
ἀνδρῶν δ' ἐκ μεγάλων πόλις ὄλλυται˙ ἐς δὲ μονάρχου
δῆμος ἀιδρίῃ δουλοσύνην ἔπεσεν.

Ἤδη δὲ αὐτοῦ κρατοῦντος οὐ πείθων ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγείου καὶ εἰπών, "ὦ πατρίς, βεβοήθηκά σοι καὶ λόγῳ καὶ ἔργῳ," ἀπέπλευσεν εἰς Αἴγυπτον καὶ εἰς Κύπρον, καὶ πρὸς Κροῖσον ἦλθεν, ὅτε καὶ ἐρωτηθεὶς ὑπ' αὐτοῦ, "τίς σοι δοκεῖ εὐδαίμων;" "Τέλλος," ἔφη, " Ἀθηναῖος καὶ Κλέοβις καὶ Βίτων" καὶ τὰ θρυλούμενα.

[50] τὰ δὲ περὶ τῆς τοῦ Πεισιστράτου τυραννίδος ἐλεγεῖα προλέγοντος αὐτοῦ ταῦτα ἦν˙

ἐκ νεφέλης φέρεται χιόνος μένος ἠδὲ χαλάζης˙
βροντὴ τ' ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς˙
ἀνδρῶν δ' ἐκ μεγάλων πόλις ὄλλυται˙ ἐς δὲ μονάρχου
δῆμος ἀϊδρίῃ δουλοσύνην ἔπεσεν.

Ἤδη δὲ αὐτοῦ κρατοῦντος οὐ πείθων ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγείου καὶ εἰπών, "ὦ πατρίς, βεβοήθηκά σοι καὶ λόγῳ καὶ ἔργῳ," ἀπέπλευσεν εἰς Αἴγυπτον καὶ εἰς Κύπρον, καὶ πρὸς Κροῖσον ἦλθεν, ὅτε καὶ ἐρωτηθεὶς ὑπ' αὐτοῦ, "τίς σοι δοκεῖ εὐδαίμων;" "Τέλλος," ἔφη, " Ἀθηναῖος καὶ Κλέοβις καὶ Βίτων" καὶ τὰ θρυλούμενα.

[50] [3415] Τὰ δὲ περὶ τῆς τοῦ Πεισιστράτου τυραννίδος ἐλεγεῖα προλέγοντος αὐτοῦ ταῦτα ἦν˙

Ἐκ νεφέλης φέρεται χιόνος μένος ἠδὲ χαλάζης˙
βροντὴ δ' ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς˙
[351] ἀνδρῶν δ' ἐκ μεγάλων πόλις ὄλλυται, ἐς δὲ μονάρχου
δῆμος ἀϊδρίῃ δουλοσύνην ἔπεσεν.

Ἤδη δὲ αὐτοῦ κρατοῦντος οὐ πείθων ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγίου καὶ εἰπών˙ " Ὦ πατρίς, βεβοήθηκά σοι [355] καὶ λόγῳ καὶ ἔργῳ," ἀπέπλευσεν εἰς Αἴγυπτον καὶ εἰς Κύπρον˙ καὶ πρὸς Κροῖσον ἦλθεν, ὅτε καὶ ἐρωτηθεὶς ὑπ' αὐτοῦ, "Τίς σοι δοκεῖ εὐδαίμων;" "Τέλλος," ἔφη, " Ἀθηναῖος καὶ Κλέοβις καὶ Βίτων" καὶ τὰ θρυλούμενα.