ΣΟΛΩΝ

[45] Σόλων Ἐξηκεστίδου Σαλαμίνιος πρῶτον μὲν τὴν σεισάχθειαν εἰσηγήσατο Ἀθηναίοις˙ τὸ δὲ ἦν λύτρωσις σωμάτων τε καὶ κτημάτων. καὶ γὰρ ἐπὶ σώμασιν ἐδανείζοντο καὶ πολλοὶ δι' ἀπορίαν ἐθήτευον. ἑπτὰ δὴ ταλάντων ὀφειλομένων αὑτῷ πατρῴων συνεχώρησε πρῶτος καὶ τοὺς λοιποὺς τὸ ὅμοιον προὔτρεψε πρᾶξαι. καὶ οὗτος ὁ νόμος ἐκλήθη σεισάχθεια˙ φανερὸν δὲ διὰ τί.
Ἔπειτα τοὺς λοιποὺς νόμους ἔθηκεν, οὓς μακρὸν ἂν εἴη διεξιέναι, καὶ ἐς τοὺς ἄξονας κατέθετο.

Κεφ. β'. ΣΟΛΩΝ

[45] [322] Σόλων Ἐξηκεστίδου Σαλαμίνιος πρῶτον μὲν τὴν σεισάχθειαν εἰσηγήσατο Ἀθηναίοις˙ τὸ δὲ ἦν λύτρωσις σωμάτων τε καὶ κτημάτων. Καὶ γὰρ ἐπὶ σώμασιν [325] ἐδανείζοντο καὶ πολλοὶ δι' ἀπορίαν ἐθήτευον. Ἑπτὰ δὴ ταλάντων ὀφειλομένων αὑτῷ πατρῴων συνεχώρησε πρῶτος καὶ τοὺς λοιποὺς τὸ ὅμοιον προὔτρεψε πρᾶξαι. Καὶ οὗτος ὁ νόμος ἐκλήθη σεισάχθεια˙ φανερὸν δὲ διὰ τί.
Ἔπειτα τοὺς λοιποὺς νόμους ἔθηκεν, οὓς μακρὸν ἂν
[3210] εἴη διεξιέναι, καὶ ἐς τοὺς ἄξονας κατέθετο.