HTML: http://ancientsource.daphnet.org/texts/Laertius/I,39
RDF: http://ancientsource.daphnet.org/texts/Laertius/I,39.rdf
[39] Ὁ δ' οὖν σοφὸς ἐτελεύτησεν ἀγῶνα θεώμενος γυμνικὸν ὑπό τε καύματος καὶ δίψους καὶ ἀσθενείας, ἤδη γηραιός. καὶ αὐτοῦ ἐπιγέγραπται τῷ μνήματι (A. Pal. VII. 84)˙ ἦ ὀλίγον τόδε σῆμα, τὸ δὲ κλέος οὐρανόμηκες, τοῦ πολυφροντίστου τοῦτο Θάλητος ὅρη. ἔστι καὶ παρ' ἡμῖν ἐς αὐτὸν ἐν τῷ πρώτῳ τῶν Ἐπιγραμμάτων ἢ Παμμέτρῳ τόδε τὸ ἐπίγραμμα (A. Pal. VII. 85)˙ γυμνικὸν αὖ ποτ' ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ, τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου. αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες˙ ἦ γὰρ ὁ πρέσβυς οὐκέθ' ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο. | [39] Ὁ δ' οὖν σοφὸς ἐτελεύτησεν ἀγῶνα θεώμενος γυμνικὸν ὑπό τε καύματος καὶ δίψους καὶ ἀσθενείας, ἤδη γηραιός. καὶ αὐτοῦ ἐπιγέγραπται τῷ μνήματι˙ ἦ ὀλίγον τόδε σᾶμα - τὸ δὲ κλέος οὐρανόμηκες - τῶ πολυφροντίστω τοῦτο Θάλητος ὅρη. ἔστι καὶ παρ' ἡμῖν ἐς αὐτὸν ἐν τῷ πρώτῳ τῶν Ἐπιγραμμάτων ἢ Παμμέτρῳ τόδε τὸ ἐπίγραμμα˙ γυμνικὸν αὖ ποτ' ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ, τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου. αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες˙ ἦ γὰρ ὁ πρέσβυς οὐκέθ' ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο. | [39] [2715] Ὁ δ' οὖν σοφὸς ἐτελεύτησεν ἀγῶνα θεώμενος γυμνικὸν ὑπό τε καύματος καὶ δίψους καὶ ἀσθενείας, ἤδη γηραιός. Καὶ αὐτοῦ ἐπιγέγραπται τῷ μνήματι ˙ [281] Ἦ ὀλίγον τόδε σᾶμα, τὸ δὲ κλέος οὐρανόμηκες, τῶ πολυφροντίστω τοῦτο Θάλητος ὅρη. Ἔστι καὶ παρ' ἡμῖν ἐς αὐτὸν ἐν τῷ πρώτῳ τῶν Ἐπιγραμμάτων ἢ Παμμέτρῳ τόδε τὸ ἐπίγραμμα ˙ [285] Γυμνικὸν αὖ ποτ' ἀγῶνα θεώμενον, Ἠέλιε Ζεῦ, τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου. Αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες˙ ἦ γὰρ ὁ πρέσβυς οὐκέθ' ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο. |