[37] τίς εὐδαίμων, "ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος." φίλων παρόντων καὶ ἀπόντων μεμνῆσθαί φησι˙ μὴ τὴν ὄψιν καλλωπίζεσθαι, ἀλλὰ τοῖς ἐπιτηδεύμασιν εἶναι καλόν. "μὴ πλούτει," φησί, "κακῶς, μηδὲ διαβαλλέτω σε λόγος πρὸς τοὺς πίστεως κεκοινωνηκότας." "οὓς ἂν ἐράνους εἰσενέγκῃς," φησί, "τοῖς γονεῦσιν, τοὺς αὐτοὺς προσδέχου καὶ παρὰ τῶν τέκνων." τὸν Νεῖλον εἶπε πληθύειν ἀνακοπτομένων τῶν ῥευμάτων ὑπὸ τῶν ἐτησίων ἐναντίων ὄντων.
Φησὶ δ' Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς
(FGrH 244 F 28) γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς ἐνάτης Ὀλυμπιάδος.
[37] τίς εὐδαίμων, "ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος." φίλων παρόντων καὶ ἀπόντων μεμνῆσθαί φησι˙ μὴ τὴν ὄψιν καλλωπίζεσθαι, ἀλλὰ τοῖς ἐπιτηδεύμασιν εἶναι καλόν. "μὴ πλούτει," φησί, "κακῶς, μηδὲ διαβαλλέτω σε λόγος πρὸς τοὺς πίστεως κεκοινωνηκότας." "οὓς ἂν ἐράνους εἰσενέγκῃς," φησί, "τοῖς γονεῦσιν , τοὺς αὐτοὺς προσδέχου καὶ παρὰ τῶν τέκνων." τὸν Νεῖλον εἶπε πληθύειν ἀνακοπτομένων τῶν ῥευμάτων ὑπὸ τῶν ἐτησίων ἐναντίων ὄντων.
Φησὶ δ' Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς πέμπης [ἐνάτης?]  Ὀλυμπιάδος.
[37] Τίς εὐδαίμων, " Ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος." Φίλων παρόντων καὶ ἀπόντων μεμνῆσθαί φησι˙ μὴ τὴν ὄψιν [2610] καλλωπίζεσθαι, ἀλλὰ τοῖς ἐπιτηδεύμασιν εἶναι καλόν. "Μὴ πλούτει," φησί, "κακῶς," "μηδὲ διαβαλλέτω σε λόγος πρὸς τοὺς πίστεως κεκοινωνηκότας." "Οὓς ἂν ἐράνους εἰσενέγκῃς," φησί, "τοῖς γονεῦσι, τοὺς αὐτοὺς προσδέχου καὶ παρὰ τῶν τέκνων." Τὸν Νεῖλον εἶπε πληθύειν ἀνακοπτομένων [2615] τῶν ῥευμάτων ὑπὸ τῶν ἐτησίων ἐναντίων ὄντων.
[271] Φησὶ δ' Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς ἐνάτης Ὀλυμπιάδος.