[36] πρὸς τὸν πυθόμενον τί πρότερον γεγόνοι, νὺξ ἢ ἡμέρα, "ἡ νύξ," ἔφη, "μιᾷ ἡμέρᾳ πρότερον." ἠρώτησέ τις αὐτὸν εἰ λάθοι θεοὺς ἄνθρωπος ἀδικῶν˙ "ἀλλ' οὐδὲ διανοούμενος," ἔφη. πρὸς τὸν μοιχὸν ἐρόμενον εἰ ὀμόσαι μὴ μεμοιχευκέναι, "οὐ χεῖρον," ἔφη, "μοιχείας ἐπιορκία." ἐρωτηθεὶς τί δύσκολον, ἔφη, "τὸ ἑαυτὸν γνῶναι˙" τί δὲ εὔκολον, "τὸ ἄλλῳ ὑποθέσθαι˙" τί ἥδιστον, "τὸ ἐπιτυγχάνειν˙" τί τὸ θεῖον, "τὸ μήτε ἀρχὴν ἔχον μήτε τελευτήν." τί δύσκολον εἴη τεθεαμένος ἔφη, "γέροντα τύραννον." πῶς ἄν τις ἀτυχίαν ῥᾷστα φέροι, "εἰ τοὺς ἐχθροὺς χεῖρον πράσσοντας βλέποι˙" πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν, "ἐὰν ἃ τοῖς ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ μὴ δρῶμεν˙" [36] πρὸς τὸν πυθόμενον τί πρότερον γεγόνοι, νὺξ ἢ ἡμέρα, "ἡ νύξ," ἔφη, "μιᾷ ἡμέρᾳ πρότερον." ἠρώτησέ τις αὐτὸν εἰ λήθοι θεοὺς ἄνθρωπος ἀδικῶν˙ "ἀλλ' οὐδὲ διανοούμενος," ἔφη. πρὸς τὸν μοιχὸν ἐρόμενον εἰ ὀμόσειε μὴ μεμοιχευκέναι, "οὐ χεῖρον," ἔφη, "μοιχείας ἐπιορκία." ἐρωτηθεὶς τί δύσκολον, ἔφη, "τὸ ἑαυτὸν γνῶναι˙" τί δὲ εὔκολον, "τὸ ἄλλῳ ὑποθέσθαι˙" τί ἥδιστον, "τὸ ἐπιτυγχάνειν˙" τί τὸ θεῖον, "τὸ μήτε ἀρχὴν ἔχον μήτε τελευτήν." τί δὲ καινὸν εἴη τεθεαμένος ἔφη, "γέροντα τύραννον." πῶς ἄν τις ἀτυχίαν ῥᾷστα φέροι, "εἰ τοὺς ἐχθροὺς χεῖρον πράσσοντας βλέποι˙" πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν, "ἐὰν ἃ τοῖς ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ μὴ δρῶμεν˙" [36] Πρὸς τὸν πυθόμενον τί πρότερον γεγόνοι, νὺξ ἢ ἡμέρα, " Ἡ νύξ," ἔφη, "μιᾷ ἡμέρᾳ πρότερον." Ἡρώτησέ τις αὐτὸν εἰ λάθοι θεοὺς ἄνθρωπος ἀδικῶν˙ " Ἀλλ' οὐδὲ διανοούμενος," ἔφη. Πρὸς τὸν μοιχὸν ἐρόμενον εἰ ὀμόσῃ μὴ μεμοιχευκέναι, "Οὐ χεῖρον," ἔφη, "μοιχείας ἐπιορκία."
[2520] Ἐρωτηθεὶς τί δύσκολον, ἔφη, "Τὸ ἑαυτὸν γνῶναι˙" τί δὲ [261] εὔκολον, "Τὸ ἄλλῳ ὑποθέσθαι˙" τί ἥδιστον, "Τὸ ἐπιτυγχάνειν˙" τί τὸ θεῖον, "Τὸ μήτε ἀρχὴν ἔχον μήτε τελευτήν." Τί δύσκολον εἴη τεθεαμένος ἔφη, "Γέροντα τύραννον." Πῶς ἄν τις ἀτυχίαν ῥᾷστα φέροι, "Εἰ τοὺς ἐχθροὺς χεῖρον [265] πράσσοντας βλέποι." Πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν, " Ἐὰν ἃ τοῖς ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ μὴ δρῶμεν."