[35] Τῶν τε ᾳδομένων αὐτοῦ εἶναι τάδε (Bergk III. 200)˙

οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο δόξαν˙
ἕν τι μάτευε σοφόν,
ἕν τι κεδνὸν αἱροῦ˙
βύσεις γὰρ ἀνδρῶν κωτίλων γλώσσας ἀπεραντολόγους.
Φέρεται δὲ καὶ ἀποφθέγματα αὐτοῦ τάδε˙
πρεσβύτατον τῶν ὄντων θεός˙ ἀγένητον γάρ.
κάλλιστον κόσμος˙ ποίημα γὰρ θεοῦ.
μέγιστον τόπος˙ ἅπαντα γὰρ χωρεῖ.
τάχιστον νοῦς˙ διὰ παντὸς γὰρ τρέχει.
ἰσχυρότατον ἀνάγκη˙ κρατεῖ γὰρ πάντων.
σοφώτατον χρόνος˙ ἀνευρίσκει γὰρ πάντα.
οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν. "σὺ οὖν," ἔφη τις, "διὰ τί οὐκ ἀποθνήσκεις;" "ὅτι," ἔφη, "οὐδὲν διαφέρει."

[35] Τῶν τε ᾳδομένων αὐτοῦ εἶναι τάδε˙

οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο δόξαν˙
ἕν τι μάτευε σοφόν,
ἕν τι κεδνὸν αἱροῦ˙
δήσεις γὰρ ἀνδρῶν κωτίλων γλώσσας ἀπεραντολόγους.

Φέρεται δὲ καὶ ἀποφθέγματα αὐτοῦ τάδε˙

πρεσβύτατον τῶν ὄντων θεός˙ ἀγένητον γάρ.
κάλλιστον κόσμος˙ ποίημα γὰρ θεοῦ.
μέγιστον τόπος˙ ἅπαντα γὰρ χωρεῖ.
τάχιστον νοῦς˙ διὰ παντὸς γὰρ τρέχει.
ἰσχυρότατον ἀνάγκη˙ κρατεῖ γὰρ πάντων.
σοφώτατον χρόνος˙ ἀνευρίσκει γὰρ πάντα.

οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν. "σὺ οὖν," ἔφη τις, "διὰ τί οὐκ ἀποθνήσκεις;" "ὅτι," ἔφη, "οὐδὲν διαφέρει."

[35] Τῶν τε ᾳδομένων αὐτοῦ εἶναι τάδε ˙

[251] Οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο δόξαν˙
ἕν τι μάτευε σοφόν,
ἕν τι κεδνὸν αἱροῦ˙
λύσεις γὰρ ἀνδρῶν κωτίλων
[255] γλώσσας ἀπεραντολόγους.

Φέρεται δὲ καὶ ἀποφθέγματα αὐτοῦ τάδε˙
Πρεσβύτατον τῶν ὄντων θεός˙ ἀγένητον γάρ.
Κάλλιστον κόσμος˙ ποίημα γὰρ θεοῦ.
Μέγιστον τόπος˙ ἅπαντα γὰρ χωρεῖ.
[2510] Τάχιστον νοῦς˙ διὰ παντὸς γὰρ τρέχει.
Ἰσχυρότατον ἀνάγκη˙ κρατεῖ γὰρ πάντων.
Σοφώτατον χρόνος˙ ἀνευρίσκει γὰρ πάντα.
Οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν. "Σὺ οὖν," ἔφη τις, "διὰ τί οὐκ ἀποθνήσκεις;" " Ὅτι," ἔφη, "οὐδὲν
[2515] διαφέρει."