[32] ἀλλὰ καὶ εἰς Ἀγάθωνα (A. Pal. V. 77)˙

τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν εἶχον˙
ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.

καὶ ἄλλο (A. Pal. V. 78)˙

τῷ μήλῳ βάλλω σε˙ σὺ δ' εἰ μὲν ἑκοῦσα φιλεῖς με,
δεξαμένη τῆς σῆς παρθενίης μετάδος,
εἰ δ' ἄρ' ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτ' αὐτὸ λαβοῦσα
σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.

καὶ ἄλλο (A. Pal. V. 79)˙

μῆλον ἐγώ. βάλλει με φιλῶν σέ τις˙ ἀλλ' ἐπίνευσον,
Ξανθίππη˙ κἀγὼ καὶ σὺ μαραινόμεθα.

[32] ἀλλὰ καὶ εἰς Ἀγάθωνα˙

τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν εἶχον˙
ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.

καὶ ἄλλο˙

τῷ μήλῳ βάλλω σε˙ σὺ δ' εἰ μὲν ἑκοῦσα φιλεῖς με,
δεξαμένη τῆς σῆς παρθενίης μετάδος,
εἰ δ' ἄρ' ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτ' αὐτὸ λαβοῦσα
σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.

καὶ ἄλλο˙

μῆλον ἐγώ. βάλλει με φιλῶν σέ τις˙ ἀλλ' ἐπίνευσον,
Ξανθίππη˙ κἀγὼ καὶ σὺ μαραινόμεθα.

[32] Ἀλλὰ καὶ εἰς Ἀγάθωνα˙

Τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν εἶχον˙
ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.

[21215] Καὶ ἄλλο˙

[2131] Τῷ μήλῳ βάλλω σε˙ σὺ δ' εἰ μὲν ἑκοῦσα φιλεῖς με,
δεξαμένη τῆς σῆς παρθενίης μετάδος˙
εἰ δ' ἄρ', ὃ μὴ γίγνοιτ', ὀκνεῖς, τοῦτ' αὐτὸ λαβοῦσα
σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.

[2135] Καὶ ἄλλο˙

Μῆλον ἐγώ. βάλλει με φιλῶν σέ τις. Ἀλλ' ἐπίνευσον,
Ξανθίππη˙ κἀγὼ καὶ σὺ μαραινόμεθα.