[31] μέμνηται τοῦ Ἀριστοδήμου καὶ Ἀλκαῖος οὕτως (Lobel-Page fg. 360)˙

ὠς γὰρ δή ποτ' Ἀριστόδαμον φαῖσ' οὐκ ἀπάλαμνον ἐν Σπάρτᾳ λόγον
εἴπην˙ χρήματ' ἄνηρ, πένιχρος δ' οὐδ' εἲς πέλετ' ἔσλος 〈οὐδὲ τίμιος.〉

ἔνιοι δέ φασιν ὑπὸ Περιάνδρου Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ πλοῖον ἔμφορτον ἀποσταλῆναι˙ τοῦ δὲ περὶ τὴν Κῴαν θάλασσαν ναυαγήσαντος, ὕστερον εὑρεθῆναι πρός τινων ἁλιένω τὸν τρίποδα. Φανόδικος δὲ περὶ τὴν Ἀθηναίων θάλασσαν εὑρεθῆναι καὶ ἀνενεχθέντα εἰς ἄστυ γενομένης ἐκκλησίας Βίαντι πεμφθῆναι (FGrH 397 F 4a)˙ διὰ τί δέ, ἐν τῷ περὶ Βίαντος λέξομεν.

[31] μέμνηται τοῦ Ἀριστοδήμου καὶ Ἀλκαῖος οὕτως˙

ὠς γὰρ δή ποτ' Ἀριστόδαμόν φασ' οὐκ ἀπάλαμνον ἐν Σπάρτᾳ λόγον
εἰπεῖν˙ χρήματ' ἄνηρ, πένιχρος δ' οὐδεὶς πέλετ' ἔσλος.

ἔνιοι δέ φασιν ὑπὸ Περιάνδρου Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ πλοῖον ἔμφορτον ἀποσταλῆναι˙ τοῦ δὲ περὶ τὴν Κῴαν θάλασσαν ναυαγήσαντος, ὕστερον εὑρεθῆναι πρός τινων ἁλιέων τὸν τρίποδα. Φανόδικος δὲ περὶ τὴν Ἀθηναίων θάλασσαν εὑρεθῆναι καὶ ἀνενεχθέντα εἰς ἄστυ γενομένης [32] ἐκκλησίας Βίαντι πεμφθῆναι˙ διὰ τί δέ, ἐν τῷ περὶ Βίαντος λέξομεν.

[31] Μέμνηται τοῦ Ἀριστοδήμου καὶ Ἀλκαῖος οὕτως ˙
[2210] ὣς γὰρ δή ποτ' Ἀριστόδαμόν φασ' οὐκ ἀπάλαμνον ἐν Σπάρτᾳ λόγον
εἰπεῖν˙ χρήματ' ἄνηρ, πένιχρος δ' οὐδεὶς πέλετ' ἔσλος.

Ἔνιοι δέ φασιν ὑπὸ Περιάνδρου Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ πλοῖον ἔμφορτον ἀποσταλῆναι˙ τοῦ δὲ περὶ τὴν Κῴαν θάλασσαν ναυαγήσαντος, ὕστερον εὑρεθῆναι [2215] πρός τινων ἁλιέων τὸν τρίποδα. Φανόδικος δὲ περὶ τὴν Ἀθηναίων θάλασσαν εὑρεθῆναι καὶ ἀνενεχθέντα εἰς ἄστυ γενομένης ἐκκλησίας Βίαντι πεμφθῆναι˙ διὰ τί δέ, ἐν τῷ περὶ Βίαντος λέξομεν.