[30] Καὶ περιελθεῖν εἰς Χίλωνα, ὃν πυνθάνεσθαι τοῦ Πυθίου τίς αὑτοῦ σοφώτερος˙ καὶ τὸν ἀνειπεῖν Μύσωνα, περὶ οὗ λέξομεν. τοῦτον οἱ περὶ τὸν Εὔδοξον ἀντὶ Κλεοβούλου τιθέασι, Πλάτων δ' ἀντὶ Περιάνδρου (Prot. 343a). περὶ αὐτοῦ δὴ τάδε ἀνεῖπεν ὁ Πύθιος (cf. D.S. IX. 6)˙

Οἰταῖόν τινα φημὶ Μύσων' ἐνὶ Χηνὶ γενέσθαι
σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσιν.

ὁ δ' ἐρωτήσας ἦν Ἀνάχαρσις. Δαΐμαχος δ' ὁ Πλαταιικὸς (FGrH 65 F 6) καὶ Κλέαρχος (Wehrli III, fg. 70) φιάλην ἀποσταλῆναι ὑπὸ Κροίσου Πιττακῷ καὶ οὕτω περιενεχθῆναι.
Ἄνδρων δ' ἐν τῷ Τρίποδι (FHG II. 347) Ἀργείους ἆθλον ἀρετῆς τῷ σοφωτάτῳ τῶν Ἑλλήνων τρίποδα θεῖναι˙ κριθῆναι δὲ Ἀριστόδημον Σπαρτιάτην, ὃν παραχωρῆσαι Χίλωνι.

[30] Καὶ περιελθεῖν εἰς Χίλωνα, ὃν πυνθάνεσθαι τοῦ Πυθίου τίς αὑτοῦ σοφώτερος˙ καὶ τὸν ἀνειλεῖν Μύσωνα, περὶ οὗ λέξομεν. (τοῦτον οἱ περὶ τὸν Εὔδοξον ἀντὶ Κλεοβούλου τιθέασι, Πλάτων δ' ἀντὶ Περιάνδρου). περὶ αὐτοῦ δὴ τάδε ἀνεῖλεν ὁ Πύθιος˙

Οἰταῖόν τινα φημὶ Μύσων' ἐνὶ Χηνὶ γενέσθαι
σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσιν.

ὁ δ' ἐρωτήσας ἦν Ἀνάχαρσις. Δαΐμαχος δ' ὁ Πλατωνικὸς καὶ Κλέαρχος φιάλην ἀποσταλῆναι ὑπὸ Κροίσου Πιττακῷ καὶ οὕτω περιενεχθῆναι.
Ἄνδρων δ' ἐν τῷ Τρίποδι Ἀργείους ἆθλον ἀρετῆς τῷ σοφωτάτῳ τῶν Ἑλλήνων τρίποδα θεῖναι˙ κριθῆναι δὲ Ἀριστόδημον Σπαρτιάτην, ὃν παραχωρῆσαι Χίλωνι.

[30] Καὶ περιελθεῖν εἰς Χίλωνα˙ ὃν πυνθάνεσθαι τοῦ Πυθίου τίς αὑτοῦ σοφώτερος˙ καὶ τὸν ἀνειπεῖν Μύσωνα, περὶ οὗ λέξομεν. (Τοῦτον οἱ περὶ τὸν Εὔδοξον ἀντὶ Κλεοβούλου τιθέασι, Πλάτων δ' ἀντὶ Περιάνδρου). Περὶ αὐτοῦ δὴ τάδε ἀνεῖπεν ὁ Πύθιος ˙

[221] Οἰταῖόν τινα φημὶ Μύσων' ἐν Χηνὶ γενέσθαι
σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσιν.

Ὁ δ' ἐρωτήσας ἦν Ἀνάχαρσις. Δαΐμαχος δ' ὁ Πλαταιϊκὸς καὶ Κλέαρχος φιάλην ἀποσταλῆναι ὑπὸ Κροίσου Πιττακῷ [225] καὶ οὕτω περιενεχθῆναι.
Ἄνδρων δ' ἐν τῷ Τρίποδι Ἀργείους ἆθλον ἀρετῆς τῷ σοφωτάτῳ τῶν Ἑλλήνων τρίποδα θεῖναι˙ κριθῆναι δὲ Ἀριστόδημον Σπαρτιάτην, ὃν παραχωρῆσαι Χίλωνι.