[26] ἔνιοι δὲ καὶ γῆμαι αὐτὸν καὶ Κύβισθον υἱὸν ἔχειν˙ οἱ δὲ ἄγαμον μεῖναι, τῆς δὲ ἀδελφῆς τὸν υἱὸν θέσθαι. ὅτε καὶ ἐρωτηθέντα διὰ τί οὐ τεκνοποιεῖ, διὰ φιλοτεκνίαν εἰπεῖν. καὶ λέγουσι ὅτι τῆς μητρὸς ἀναγκαζούσης αὐτὸν γῆμαι ἔλεγεν, "οὐδέπω καιρός." εἶτα, ἐπειδὴ παρήβησεν ἐγκειμένης, εἰπεῖν, "οὐκέτι καιρός." φησὶ δὲ καὶ Ἱερώνυμος ὁ Ῥόδιος ἐν τῷ δευτέρῳ τῶν Σποράδην ὑπομνημάτων (Hiller, fg. VIII) ὅτι βουλόμενος δεῖξαι ῥᾷον εἶναι πλουτεῖν, φορᾶς μελλούσης ἐλαιῶν ἔσεσθαι, προνοήσας ἐμισθώσατο τὰ ἐλαιουργεῖα καὶ πάμπλειστα συνεῖλε χρήματα. [26] ἔνιοι δὲ καὶ γῆμαι αὐτὸν καὶ Κύβισθον υἱὸν σχεῖν˙ οἱ δὲ ἄγαμον μεῖναι, τῆς δὲ ἀδελφῆς τὸν υἱὸν θέσθαι. ὅτε καὶ ἐρωτηθέντα διὰ τί οὐ τεκνοποιεῖ, "διὰ φιλοτεκνίαν" εἰπεῖν. καὶ λέγουσιν ὅτι τῆς μητρὸς ἀναγκαζούσης αὐτὸν γῆμαι, "[νὴ Δία]," ἔλεγεν, "οὐδέπω καιρός." εἶτα, ἐπειδὴ παρήβησεν ἐγκειμένης, εἰπεῖν, "οὐκέτι καιρός." φησὶ δὲ καὶ Ἱερώνυμος ὁ Ῥόδιος ἐν τῷ δευτέρῳ Τῶν Σποράδην ὑπομνημάτων, ὅτι βουλόμενος δεῖξαι ῥᾴδιον εἶναι πλουτεῖν, φορᾶς μελλούσης ἐλαιῶν ἔσεσθαι, προνοήσας ἐμισθώσατο τὰ ἐλαιουργεῖα καὶ πάμπλειστα συνεῖλε χρήματα. [26] Ἔνιοι δὲ καὶ γῆμαι αὐτὸν καὶ Κύβισθον υἱὸν σχεῖν˙ οἱ δὲ ἄγαμον μεῖναι, τῆς δὲ ἀδελφῆς τὸν υἱὸν θέσθαι. Ὅτε καὶ ἐρωτηθέντα διὰ τί οὐ [195] τεκνοποιεῖ, "Διὰ φιλοτεκνίαν" εἰπεῖν. Καὶ λέγουσιν ὅτι τῆς μητρὸς ἀναγκαζούσης αὐτὸν γῆμαι ἔλεγεν, "Οὐδέπω καιρός˙" εἶτα, ἐπειδὴ παρήβησεν ἐγκειμένης, εἰπεῖν, "Οὐκέτι καιρός." Φησὶ δὲ καὶ Ἱερώνυμος ὁ Ῥόδιος ἐν τῷ δευτέρῳ Τῶν σποράδην ὑπομνημάτων ὅτι βουλόμενος [1910] δεῖξαι ῥᾴδιον εἶναι 〈τοῖς σοφοῖς〉 πλουτεῖν, φορᾶς ἐλαιῶν μελλούσης ἔσεσθαι, προνοήσας ἐμισθώσατο τὰ ἐλαιουργεῖα καὶ πάμπλειστα συνεῖλε χρήματα.