ΦΕΡΕΚΥΔΗΣ



[116] Φερεκύδης Βάβυος Σύριος, καθά φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς (FGrH 273 F 85), Πιττακοῦ διακήκοεν. τοῦτόν φησι Θεόπομπος (FGrH 115 F 71) πρῶτον περὶ φύσεως καὶ θεῶν [ Ἔλλησι] γράψαι.
Πολλὰ δὲ καὶ θαυμάσια λέγεται περὶ αὐτοῦ. καὶ γὰρ παρὰ τὸν αἰγιαλὸν τῆς Σάμου περιπατοῦντα καὶ ναῦν οὐριοδρομοῦσαν ἰδόντα εἰπεῖν ὡς οὐ μετὰ πολὺ καταδύσεται˙ καὶ ἐν ὀφθαλμοῖς αὐτοῦ καταδῦναι. καὶ ἀνιμηθέντος ἐκ φρέατος ὕδατος πιόντα προειπεῖν ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός, καὶ γενέσθαι. ἀνιόντα τε ἐξ Ὀλυμπίας εἰς Μεσσήνην τῷ ξένῳ Περιλάῳ συμβουλεῦσαι ἐξοικῆσαι μετὰ τῶν οἰκείων˙ καὶ τὸν μὴ πεισθῆναι, Μεσσήνην δὲ ἑαλωκέναι.

Κεφ. ια'.
ΦΕΡΕΚΥΔΗΣ



[116] Φερεκύδης Βάβυος Σύριος, καθά φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς, Πιττακοῦ διακήκοεν. τοῦτόν φησι Θεόπομπος πρῶτον περὶ φύσεως καὶ θεῶν [ Ἔλλησι] γράψαι.
Πολλὰ δὲ καὶ θαυμάσια λέγεται περὶ αὐτοῦ. καὶ γὰρ παρὰ τὸν αἰγιαλὸν τῆς Σάμου περιπατοῦντα καὶ ναῦν οὐριοδρομοῦσαν ἰδόντα εἰπεῖν ὡς οὐ μετὰ πολὺ καταδύσεται˙ καὶ ἐν ὀφθαλμοῖς αὐτοῦ καταδῦναι. καὶ ἀνιμηθέντος ἐκ φρέατος ὕδατος πιόντα προειπεῖν ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός, καὶ γενέσθαι. ἀνιόντα τε ἐξ Ὀλυμπίας εἰς Μεσσήνην τῷ ξένῳ Περιλάῳ συμβουλεῦσαι ἐξοικῆσαι μετὰ τῶν οἰκείων˙ καὶ τὸν μὴ πεισθῆναι, Μεσσήνην δὲ ἑαλωκέναι.


ΦΕΡΕΚΥΔΗΣ



[116] [8519] Φερεκύδης Βάβυος Σύριος, καθά φησιν Ἀλέξανδρος [8520] ἐν Διαδοχαῖς, Πιττακοῦ διακήκοεν. Τοῦτόν φησι Θεόπομπος [861] πρῶτον περὶ φύσεως καὶ 〈γενέσεως〉 θεῶν 〈ἐν τοῖς〉 Ἔλλησι γράψαι.
Πολλὰ δὲ καὶ θαυμάσια λέγεται περὶ αὐτοῦ. Καὶ γὰρ παρὰ τὸν αἰγιαλὸν τῆς Σάμου περιπατοῦντα καὶ ναῦν
[865] οὐριοδρομοῦσαν ἰδόντα εἰπεῖν ὡς [οὐ] μετ'οὐ πολὺ καταδύσεται˙ καὶ ἐν ὀφθαλμοῖς αὐτοῦ καταδῦναι. Καὶ ἀνιμηθέντος ἐκ φρέατος ὕδατος πιόντα προειπεῖν ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός, καὶ γενέσθαι. Ἀνιόντα τε ἐξ Ὀλυμπίας εἰς Μεσσήνην τῷ ξένῳ Περιλάῳ συμβουλεῦσαι [8610] ἐξοικῆσαι μετὰ τῶν οἰκείων˙ καὶ τὸν μὴ πεισθῆναι, Μεσσήνην δὲ ἑαλωκέναι.