[115] Θεόπομπος δ' ἐν τοῖς Θαυμασίοις (FGrH 115 F 69), κατασκευάζοντος αὐτοῦ τὸ τῶν Νυμφῶν ἱερὸν ῥαγῆναι φωνὴν ἐξ οὐρανοῦ, Ἐπιμενίδη, μὴ Νυμφῶν, ἀλλὰ Διός˙ Κρησί τε προειπεῖν τὴν Λακεδαιμονίων ἧτταν ὑπ' Ἀρκάδων, καθάπερ προείρηται˙ καὶ δὴ καὶ ἐλήφθησαν πρὸς Ὀρχομενῷ.
Γηρᾶσαί τ' ἐν τοσαύταις ἡμέραις αὐτὸν ὅσαπερ ἔτη κατεκοιμήθη˙ καὶ γὰρ τοῦτό φησι Θεόπομπος. Μυρωνιανὸς δὲ ἐν Ὁμοίοις
(FHG IV. 454) φησὶν ὅτι Κούρητα αὐτὸν ἐκάλουν Κρῆτες˙ καὶ τὸ σῶμα αὐτοῦ φυλάττουσι Λακεδαιμόνιοι παρ' ἑαυτοῖς κατά τι λόγιον, ὥς φησι Σωσίβιος ὁ Λάκων (FGrH 595 F 15).
Γεγόνασι δὲ καὶ Ἐπιμενίδαι ἄλλοι δύο, ὅ τε γενεαλόγος καὶ τρίτος ὁ Δωρίδι γεγραφὼς περὶ Ῥόδου.
[115] Θεόπομπος δ' ἐν τοῖς Θαυμασίοις, κατασκευάζοντος αὐτοῦ τὸ τῶν Νυμφῶν ἱερὸν ῥαγῆναι φωνὴν ἐξ οὐρανοῦ, " Ἐπιμενίδη, μὴ Νυμφῶν, ἀλλὰ Διός˙" Κρησί τε προειπεῖν τὴν Λακεδαιμονίων ἧτταν ὑπ' Ἀρκάδων, καθάπερ προείρηται˙ καὶ δὴ καὶ ἐλήφθησαν πρὸς Ὀρχομενῷ.
Γηρᾶσαί τ' ἐν τοσαύταις ἡμέραις αὐτὸν ὅσαπερ ἔτη κατεκοιμήθη˙ καὶ γὰρ τοῦτό φησι Θεόπομπος. Μυρωνιανὸς δὲ ἐν Ὁμοίοις φησὶν ὅτι Κούρητα αὐτὸν ἐκάλουν Κρῆτες˙ καὶ τὸ σῶμα αὐτοῦ φυλάττουσι Λακεδαιμόνιοι παρ' ἑαυτοῖς κατά τι λόγιον, ὥς φησι Σωσίβιος ὁ Λάκων.
Γεγόνασι δὲ καὶ Ἐπιμενίδαι ἄλλοι δύο, ὅ τε γενεαλόγος καὶ τρίτος ὁ Δωρίδι γεγραφὼς περὶ Ῥόδου.
[115] Θεόπομπος δ' ἐν τοῖς Θαυμασίοις 〈φησὶ〉 κατασκευάζοντος [855] αὐτοῦ τὸ τῶν Νυμφῶν ἱερὸν ῥαγῆναι φωνὴν ἐξ οὐρανοῦ˙" Ἐπιμενίδη, μὴ Νυμφῶν, ἀλλὰ Διός˙" Κρησί τε προειπεῖν τὴν Λακεδαιμονίων ἧτταν ὑπὸ Ἀρκάδων, καθάπερ προείρηται˙ καὶ δὴ καὶ ἐλήφθησαν πρὸς Ὀρχομενῷ.
[8510] Γηρᾶσαί τ' ἐν τοσαύταις ἡμέραις αὐτὸν ὅσαπερ ἔτη κατεκοιμήθη˙ καὶ γὰρ τοῦτό φησι Θεόπομπος. Μυρωνιανὸς δὲ ἐν Ὁμοίοις φησὶν ὅτι Κούρητα 〈νέον〉 αὐτὸν ἐκάλουν Κρῆτες˙ καὶ τὸ σῶμα αὐτοῦ φυλάττουσι Λακεδαιμόνιοι παρ' ἑαυτοῖς κατά τι λόγιον, ὥς φησι Σωσίβιος ὁ [8515] Λάκων.
Γεγόνασι δὲ καὶ Ἐπιμενίδαι ἄλλοι δύο, ὅ τε γενεαλόγος καὶ τρίτος ὁ Δωρίδι γεγραφὼς περὶ Ῥόδου.