[107] ἄλλοι δὲ τὸν χρησμὸν οὕτως ἔχειν φασί, " Ἠτεῖόν τινά φημι˙" καὶ ζητοῦσι τί ἐστιν ὁ Ἠτεῖος. Παρμενίδης μὲν οὖν δῆμον εἶναι Λακωνικῆς, ὅθεν εἶναι τὸν Μύσωνα. Σωσικράτης δ' ἐν Διαδοχαῖς (FHG IV. 503), ἀπὸ μὲν πατρὸς Ἠτεῖον εἶναι, ἀπὸ δὲ μητρὸς Χηνέα. Εὐθύφρων δ' ὁ Ἡρακλείδου τοῦ Ποντικοῦ, Κρῆτά φησιν εἶναι˙ Ἠτείαν γὰρ πόλιν εἶναι Κρήτης. Ἀναξίλαος δ' Ἀρκάδα (cf. FHG II. 84 sub fin.).
Μέμνηται δ' αὐτοῦ καὶ Ἱππῶναξ εἰπών (Diehl 61)˙

καὶ Μύσων ὃν Ὡπόλλων
ἀνεῖπεν ἀνδρῶν σωφρονέστατον πάντων.

Ἀριστόξενος δέ φησιν ἐν τοῖς σποράδην (Wehrli II, fg. 130) οὐ πόρρω Τίμωνος αὐτὸν καὶ Ἀπημάντου γεγονέναι˙

[107] ἄλλοι δὲ τὸν χρησμὸν οὕτως ἔχειν φασί, " Ἠτεῖόν τινά φημι˙" καὶ ζητοῦσι τί ἐστιν ὁ Ἠτεῖος. Παρμενίδης μὲν οὖν δῆμον εἶναι Λακωνικῆς, ὅθεν εἶναι τὸν Μύσωνα. Σωσικράτης δ' ἐν Διαδοχαῖς, ἀπὸ μὲν πατρὸς Ἠτεῖον εἶναι, ἀπὸ δὲ μητρὸς Χηνέα. Εὐθύφρων δ' ὁ Ἡρακλείδου τοῦ Ποντικοῦ, Κρῆτά φησιν εἶναι˙ Ἠτείαν γὰρ πόλιν εἶναι Κρήτης. Ἀναξίλαος δ' Ἀρκάδα.
Μέμνηται δ' αὐτοῦ καὶ Ἱππῶναξ εἰπών˙

καὶ Μύσων ὃν Ὡπόλλων
ἀνεῖλεν ἀνδρῶν σωφρονέστατον πάντων.

Ἀριστόξενος δέ φησιν ἐν τοῖς σποράδην οὐ πόρρω Τίμωνος αὐτὸν καὶ Ἀπημάντου γεγονέναι˙

[107] Ἄλλοι δὲ τὸν χρησμὸν οὕτως ἔχειν φασίν˙ " Ἠτεῖόν τινά φημι˙" καὶ ζητοῦσι [7910] τί ἐστιν ὁ Ἠτεῖος. Παρμενίσκος μὲν οὖν δῆμον εἶναι Λακωνικῆς, ὅθεν εἶναι τὸν Μύσωνα. Σωσικράτης δ' ἐν Διαδοχαῖς ἀπὸ μὲν πατρὸς Ἠτεῖον εἶναι, ἀπὸ δὲ μητρὸς Χηνέα. Εὐθύφρων δ' ὁ Ἡρακλείδου τοῦ Ποντικοῦ, Κρῆτά φησιν εἶναι˙ Ἠτείαν γὰρ πόλιν εἶναι Κρήτης. Ἀναξιλαΐδης [7915] δ' Ἀρκάδα.
Μέμνηται δ' αὐτοῦ καὶ Ἱππῶναξ εἰπών˙

καὶ Μύσων ὃν Ὡπόλλων
ἀνεῖπεν ἀνδρῶν σωφρονέστατον πάντων.

[801] Ἀριστόξενος δέ φησιν ἐν Τοῖς σποράδην οὐ πόρρω Τίμωνος αὐτὸν καὶ Ἀπημάντου γεγονέναι˙