ΜΥΣΩΝ

[106] Μύσων Στρύμωνος, ὥς φησι Σωσικράτης (FHG IV. 502) Ἕρμιππον (FHG III. 39) παρατιθέμενος, τὸ γένος Χηνεύς, ἀπὸ κώμης τινὸς Οἰταϊκῆς ἢ Λακωνικῆς, σὺν τοῖς ἑπτὰ καταριθμεῖται. φασὶ δὲ αὐτὸν καὶ τυράννου πατρὸς εἶναι. λέγεται δὴ πρός τινος Ἀναχάρσιδος πυνθανομένου εἴ τις αὐτοῦ σοφώτερος εἴη, τὴν Πυθίαν εἰπεῖν ἅπερ προείρηται ἐν τῷ Θαλοῦ βίῳ ὑπὲρ Χίλωνος (§ 30).

Οἰταῖον τινά φημι Μύσωνα ἐν Χηνὶ γενέσθαι
σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσι.

πολυπραγμονήσαντα δὲ ἐλθεῖν εἰς τὴν κώμην καὶ εὑρεῖν αὐτὸν θέρους ἐχέτλην ἀρότρῳ προσαρμόττοντα, καὶ εἰπεῖν, "ἀλλ', ὦ Μύσων, οὐχ ὥρα νῦν ἀρότρου." "καὶ μάλα," εἶπεν, "ὥστε ἐπισκευάζειν."

Κεφ. θ'. ΜΥΣΩΝ

[106] Μύσων Στρύμωνος, ὥς φησι Σωσικράτης Ἕρμιππον παρατιθέμενος, τὸ γένος Χηνεύς, ἀπὸ κώμης τινὸς Οἰταϊκῆς ἢ Λακωνικῆς, σὺν τοῖς ἑπτὰ καταριθμεῖται. φασὶ δὲ αὐτὸν καὶ τυράννου πατρὸς εἶναι. λέγεται δὴ πρός τινος Ἀναχάρσιδος πυνθανομένου εἴ τις αὐτοῦ σοφώτερος εἴη, τὴν Πυθίαν ἀνελεῖν ἅπερ προείρηται ἐν τῷ Θαλοῦ βίῳ ὑπὲρ Χίλωνος.

Οἰταῖον τινά φημι Μύσωνα ἐν Χηνὶ γενέσθαι
σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσι.

πολυπραγμονήσαντα δὲ ἐλθεῖν εἰς τὴν κώμην καὶ εὑρεῖν αὐτὸν θέρους ἐχέτλην ἀρότρῳ προσαρμόττοντα, καὶ εἰπεῖν, "ἀλλ', ὦ Μύσων, οὐχ ὥρα νῦν ἀρότρου." "καὶ μάλα," εἶπεν, "ὥστε ἐπισκευάζειν."

ΜΥΣΩΝ

[106][7813] Μύσων Στρύμωνος, ὥς φησι Σωσικράτης Ἕρμιππον παρατιθέμενος, τὸ γένος Χηνεύς, ἀπὸ κώμης τινὸς Οἰταϊκῆς [7815] ἢ Λακωνικῆς, σὺν τοῖς ἑπτὰ καταριθμεῖται. Φασὶ δὲ αὐτὸν καὶ τυράννου πατρὸς εἶναι. Λέγεται δὴ πρός τινος Ἀναχάρσιδος πυνθανομένου εἴ τις αὐτοῦ σοφώτερος εἴη, [791] τὴν Πυθίαν 〈ἀν〉εἰπεῖν ἅπερ προείρηται ἐν τῷ Θαλοῦ βίῳ ὑπὲρ Χίλωνος˙

Οἰταῖον τινά φημι Μύσων(α) ἐν Χηνὶ γενέσθαι
σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσι.

[795] Πολυπραγμονήσαντα δὴ ἐλθεῖν εἰς τὴν κώμην καὶ εὑρεῖν αὐτὸν θέρους ἐχέτλην ἀρότρῳ προσαρμόττοντα, καὶ εἰπεῖν, " Ἀλλ', ὦ Μύσων, οὐχ ὥρα νῦν ἀρότρου." "Καὶ μάλα," εἶπεν, "ὥστε ἐπισκευάζειν."