[100] Ἐμὶν μὲν ἀκούσιον τᾶς δάμαρτος τὸ ἄγος˙ τὺ δὲ ἑκὼν τῷ παιδί με ἄπο θυμοῦ ποιήσαις ἀδικεῖς. ἢ ὦν παῦσον τὰν ἀπήνειαν τῶ παιδός, ἢ ἐγὼν τὺ ἀμυνοῦμαι. καὶ γὰρ δὴν καὶ αὐτὸς ποινὰς ἔτισα τὶν τᾷ θυγατρί, συγκατακαύσαις αὐτᾷ τὰ πασᾶ Κορινθιᾶν εἵματα.
Ἔγραψε δὲ αὐτῷ καὶ Θρασύβουλος οὕτω (Hercher 787)˙

Θρασύβουλος Περιάνδρῳ

Τῷ μὲν κήρυκι σεῦ οὐδὲν ὑπεκρινάμην˙ ἀγαγὼν δὲ αὐτὸν ἐς λήιον, τοὺς ὑπερφυέας τῶν ἀσταχύων ῥάβδῳ παίων ἀπεθέριζον, ὁμαρτέοντος ἐκείνου. καί σοι ἀναγγελέει εἰ ἐπέροιο ὅ τι μευ ἀκούσειεν ἢ ἴδοι. σὺ δὲ ποίει οὕτως, ἤν γ' ἐθέλῃς καρτύνασθαι τὴν αἰσυμνητίην˙ τοὺς ἐξόχους τῶν πολιτέων ἐξαίρειν, ἤν τέ τις ἐχθρός τοι φαίνηται, ἤν τε μή. ὕποπτος γὰρ ἀνδρὶ αἰσυμνήτῃ καὶ τῶν τις ἑτάρων.

[100] " Ἐμὶν μὲν ἀκούσιον τᾶς δάμαρτος τὸ ἄγος˙ τὺ δὲ ἑκὼν τῷ παιδί με ἄπο θυμοῦ ποιήσαις ἀδικεῖς. ἢ ὦν παῦσον τὰν ἀπήνειαν τῶ παιδός, ἢ ἐγὼν τὺ ἀμυνοῦμαι. καὶ γὰρ δὴν καὶ αὐτὸς ποινὰς ἔτισα τὶν τᾷ θυγατρί, συγκατακαύσαις αὐτᾷ τὰ πασᾶν Κορινθιᾶν εἵματα."
Ἔγραψε δὲ αὐτῷ καὶ Θρασύβουλος οὕτω˙

Θρασύβουλος Περιάνδρῳ

" Τῷ μὲν κήρυκι σεῦ οὐδὲν ὑπεκρινάμην˙ ἀγαγὼν δὲ αὐτὸν ἐς λήϊον, τοὺς ὑπερφυέας τῶν ἀσταχύων ῥάβδῳ παίων ἀπεθέριζον, ὁμαρτέοντος ἐκείνου. καί σοι ἀναγγελέει εἰ ἐπέροιο ὅ τι μευ ἀκούσειεν ἢ ἴδοι. σὺ δὲ ποίει οὕτως, ἤν γ' ἐθέλῃς καρτύνασθαι τὴν αἰσυμνητίην˙ τοὺς ἐξόχους τῶν πολιτέων ἐξαίρειν, ἤν τέ τις ἐχθρός τοι φαίνηται, ἤν τε μή. ὕποπτος γὰρ ἀνδρὶ αἰσυμνήτῃ καὶ τῶν τις ἑτάρων."

[100] Ἐμὶν μὲν ἀκούσιον τᾶς δάμαρτος τὸ ἄγος˙ τὺ δὲ ἑκὼν τῷ παιδί ἢν ἄπο θυμοῦ 〈με〉 ποιήσαις ἀδικεῖς. Ἢ ὦν παῦσον [731] τὰν ἀπήνειαν τῶ παιδός, ἢ ἐγὼν τὺ ἀμυνοῦμαι. Καὶ γὰρ δὴν καὶ αὐτὸς ποινὰς ἔτισα τὶν τᾷ θυγατρί, 〈συγ〉κατακαύσαις αὐτᾷ καὶ τὰ πασᾶν Κορινθιᾶν εἵματα.
Ἔγραψε δὲ αὐτῷ καὶ Θρασύβουλος οὕτως˙

[735] Θρασύβουλος Περιάνδρῳ

Τῷ μὲν κήρυκι σεῦ οὐδὲν ὑπεκρινάμην˙ ἀγαγὼν δὲ αὐτὸν ἐς λήϊον, τοὺς ὑπερφυέας τῶν ἀσταχύων ῥάβδῳ παίων ἀπεθέριζον, ὁμαρτέοντος ἐκείνου. Καί σοι ἀναγγελέει εἰ ἐπέροιο, ὅ τι μευ ἀκούσειεν ἢ ἴδοι. Σὺ τε ποίει [7310] οὕτως, ἤν γ' ἐθέλῃς καρτύνασθαι τὴν αἰσυμνητίην˙ τοὺς ἐξόχους τῶν πολιτέων ἐξαίρειν, ἤν τέ τις ἐχθρός τοι φαίνηται, ἤν τε μή. Ὕποπτος γὰρ ἀνδρὶ αἰσυμνήτῃ καὶ τῶν τις ἑτάρων.