[99] τοῦτο καὶ Νεάνθης φησὶν ὁ Κυζικηνός (FGrH 84 F 19), ἀνεψιούς τε εἶναι ἀλλήλοις. καὶ Ἀριστοτέλης μὲν (Rose 517) τὸν Κορίνθιόν φησιν εἶναι τὸν σοφόν˙ Πλάτων δὲ (Prot. 343a) οὔ φησιν.
Τούτου ἐστί˙ Μελέτη τὸ πᾶν. ἤθελε δὲ καὶ τὸν Ἰσθμὸν διορύξαι. φέρεται δὲ αὐτοῦ καὶ ἐπιστολή (Hercher 408)˙

Περίανδρος τοῖς Σοφοῖς

Πολλὰ χάρις τῷ Πυθοῖ Ἀπόλλωνι τοῦ εἰς ἓν ἐλθόντας εὑρεῖν. ἀξοῦντί τε καὶ ἐς Κόρινθον ταὶ ἐμαὶ ἐπιστολαί. ἐγὼν δὲ ὑμᾶς ἀποδέχομαι, ὡς ἴστε αὐτοί, ὅτι δαμοτικώτατα. πεύθομαι ὡς πέρυτι ἐγένετο ὑμῶν ἁλία παρὰ τὸν Λυδὸν ἐς Σάρδεις. ἤδη ὦν μὴ ὀκνεῖτε καὶ παρ' ἐμὲ φοιτῆν τὸν Κορίνθου τύραννον. ὑμᾶς γὰρ καὶ ἄσμενοι ὄψονται Κορίνθιοι φοιτεῦντας ἐς οἶκον τὸν Περιάνδρου.

Περίανδρος Προκλεῖ
[99] τοῦτο καὶ Νεάνθης φησὶν ὁ Κυζικηνός, ἀνεψιούς τε εἶναι ἀλλήλοις. καὶ Ἀριστοτέλης μὲν τὸν Κορίνθιόν φησιν εἶναι τὸν σοφόν˙ Πλάτων δὲ οὔ φησι.
Τούτου ἐστί˙ Μελέτη τὸ πᾶν. ἤθελε δὲ καὶ τὸν Ἰσθμὸν διορύξαι.
Φέρεται δὲ αὐτοῦ καὶ ἐπιστολή˙

Περίανδρος τοῖς Σοφοῖς

"Πολλὰ χάρις τῷ Πυθοῖ Ἀπόλλωνι τοῦ εἰς ἓν ἐλθόντας εὑρεῖν. ἀξοῦντί τε καὶ ἐς Κόρινθον ταὶ ἐμαὶ ἐπιστολαί. ἐγὼν δὲ ὑμᾶς ἀποδέχομαι, ὡς ἴστε αὐτοί, ὅτι δαμοτικώτατα. πεύθομαι ὡς πέρυτι ἐγένετο ὑμῶν ἁλία παρὰ τὸν Λυδὸν ἐς Σάρδεις. ἤδη ὦν μὴ ὀκνεῖτε καὶ παρ' ἐμὲ φοιτῆν τὸν Κορίνθου τύραννον. ὑμᾶς γὰρ καὶ ἄσμενοι ὄψονται Κορίνθιοι φοιτεῦντας ἐς οἶκον τὸν Περιάνδρου."

Περίανδρος Προκλεῖ

[99] Τοῦτο καὶ Νεάνθης φησὶν ὁ Κυζικηνός, ἀνεψιούς τε εἶναι ἀλλήλοις. [7115] Καὶ Ἀριστοτέλης μὲν τὸν Κορίνθιόν φησιν εἶναι τὸν [721] σοφόν˙ Πλάτων δὲ οὔ φησιν.
Τούτου ἐστί˙ Μελέτη τὸ πᾶν. Ἤθελε δὲ καὶ τὸν Ἰσθμὸν διορύξαι. Φέρεται δὲ αὐτοῦ καὶ ἐπιστόλια˙

Περίανδρος τοῖς Σοφοῖς

[725] Πολλὰ χάρις τῷ Πυθοῖ Ἀπόλλωνι τοῦ εἰς ἓν ἐλθόντας εὑρεῖν. Ἀξοῦντί τε καὶ ἐς Κόρινθον ταὶ ἐμαὶ ἐπιστολαί. Ἐγὼν δὲ ὑμᾶς ἀποδέξομαι, ὡς ἴστε αὐτοί, ὅτι δαμοτικώτατα. Πεύθομαι ὡς πέρυτι ἐγένετο ὑμῶν ἁλία παρὰ τὸν Λυδὸν ἐς Σάρδεις. Ἤδη ὦν μὴ ὀκνεῖτε καὶ παρ' ἐμὲ [7210] φοιτῆν τὸν Κορίνθου τύραννον. Ὑμᾶς γὰρ καὶ ἄσμενοι ὄψονται Κορίνθιοι φοιτεῦντας ἐς οἶκον τὸν Περιάνδρου.

Περίανδρος Προκλεῖ