[98] εὐτυχῶν μὲν μέτριος ἴσθι, δυστυχῶν δὲ φρόνιμος˙ φίλοις εὐτυχοῦσι καὶ ἀτυχοῦσι ὁ αὐτὸς ἴσθι˙ ὃ ἂν ὁμολογήσῃς, διατήρει˙ λόγων ἀπορρήτων ἐκφορὰν μὴ ποιοῦ˙ μὴ μόνον τοὺς ἁμαρτάνοντας, ἀλλὰ καὶ τοὺς μέλλοντας κόλαζε.
Οὗτος πρῶτος δορυφόρους ἔσχε, καὶ τὴν ἀρχὴν εἰς τυραννίδα μετέστησε˙ καὶ οὐκ εἴα ἐν ἄστει ζῆν τοὺς βουλομένους, καθά φησιν Ἔφορος (FGrH 70 F 179) καὶ Ἀριστοτέλης (Rose 516, Ἀθπ. 16, 3). ἤκμαζε (FGrH 244 F 332b) δὲ περὶ τὴν τριακοστὴν ὀγδόην Ὀλυμπιάδα, καὶ ἐτυράννησεν ἔτη τετταράκοντα.
Σωτίων δὲ καὶ Ἡρακλείδης
(Wehrli VII, fg. 145) καὶ Παμφίλη ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων (FHG III. 521) δύο φασὶ ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων δύο φασὶ Περιάνδρους γεγονέναι, τὸν μὲν τύραννον, τὸν δὲ σοφὸν καὶ Ἀμβρακιώτην.
[98] εὐτυχῶν μὲν μέτριος ἴσθι, δυστυχῶν δὲ φρόνιμος˙ φίλοις εὐτυχοῦσι καὶ ἀτυχοῦσιν ὁ αὐτὸς ἴσθι˙ ὃ ἂν ὁμολογήσῃς, διατήρει˙ λόγων ἀπορρήτων ἐκφορὰν μὴ ποιοῦ˙ μὴ μόνον τοὺς ἁμαρτάνοντας, ἀλλὰ καὶ τοὺς μέλλοντας κόλαζε.
Οὗτος πρῶτος δορυφόρους ἔσχε, καὶ τὴν ἀρχὴν εἰς τυραννίδα μετέστησε˙ καὶ οὐκ εἴα ἐν ἄστει ζῆν τοὺς βουλομένους, καθά φησιν Ἔφορος καὶ Ἀριστοτέλης. Ἤκμαζε δὲ περὶ τὴν τριακοστὴν ὀγδόην Ὀλυμπιάδα, καὶ ἐτυράννησεν ἔτη τετταράκοντα.
Σωτίων δὲ καὶ Ἡρακλείδης καὶ Παμφίλη ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων δύο φασὶ ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων δύο φασὶ Περιάνδρους γεγονέναι, τὸν μὲν τύραννον, τὸν δὲ σοφὸν καὶ Ἀμβρακιώτην.
[98] εὐτυχῶν μὲν μέτριος ἴσθι, δυστυχῶν δὲ φρόνιμος˙ φίλοις εὐτυχοῦσι καὶ ἀτυχοῦσι ὁ αὐτὸς ἴσθι˙ ὃ ἂν ὁμολογήσῃς, διατήρει˙ λόγων ἀπορρήτων ἐκφορὰν μὴ ποιοῦ˙ μὴ μόνον τοὺς [715] ἁμαρτάνοντας, ἀλλὰ καὶ τοὺς μέλλοντας κόλαζε.
Οὗτος πρῶτος δορυφόρους ἔσχε, καὶ τὴν ἀρχὴν εἰς τυραννίδα μετέστησε˙ καὶ οὐκ εἴα ἐν ἄστει ζῆν τοὺς βουλομένους, καθά φησιν Ἔφορος καὶ Ἀριστοτέλης . Ἤκμαζε δὲ περὶ τὴν τριακοστὴν ὀγδόην Ὀλυμπιάδα, καὶ
[7110] ἐτυράννησεν ἔτη τετταράκοντα.
Σωτίων δὲ καὶ Ἡρακλείδης καὶ Παμφίλη ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων δύο φασὶ ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων δύο φασὶ Περιάνδρους γεγονέναι, τὸν μὲν τύραννον, τὸν δὲ σοφὸν καὶ Ἀμβρακιώτην.