[97] πλούτου καὶ σοφίης πρύτανιν πατρὶς ἥδε Κόρινθος
κόλποις ἀγχιάλοις γῆ Περίανδρον ἔχει.

ἔστι καὶ ἡμῶν (A. Pal. VII. 620)˙

μή ποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος˙ ἀλλὰ
τέρπεο πᾶσιν ὁμῶς οἷσι δίδωσι θεός.
καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη,
οὕνεκεν οὐκ ἔτυχεν πρήξιος ἧς ἔθελεν.

Τούτου ἐστὶ καὶ τὸ Μηδὲν χρημάτων ἕνεκα πράττειν˙ δεῖν γὰρ τὰ κερδαντὰ κερδαίνειν. ἐποίησε δὲ καὶ ὑποθήκας εἰς ἔπη δισχίλια. εἶπέ τε τοὺς μέλλοντας ἀσφαλῶς τυραννήσειν τῇ εὐνοίᾳ δορυφορεῖσθαι, καὶ μὴ τοῖς ὅπλοις. καί ποτε ἐρωτηθεὶς διὰ τί τυραννεῖ, ἔφη, "ὅτι καὶ τὸ ἑκουσίως ἀποστῆναι καὶ τὸ ἀφαιρεθῆναι κίνδυνον φέρει." ἔλεγε δὲ καὶ τάδε˙ καλὸν ἡσυχία˙ ἐπισφαλὲς προπέτεια˙ κέρδος αἰσχρόν˙ 〈. . .〉 δημοκρατία κρεῖττον τυραννίδος˙ αἱ μὲν ἡδοναὶ φθαρταί, αἱ δὲ τιμαὶ ἀθάνατοι˙

[97] πλούτου καὶ σοφίης πρύτανιν πατρὶς ἥδε Κόρινθος
κόλποις ἀγχιάλος γῆ Περίανδρον ἔχει.

ἔστι καὶ ἡμῶν˙

μή ποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος˙ ἀλλὰ
τέρπεο πᾶσιν ὁμῶς οἷσι δίδωσι θεός.
καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη,
οὕνεκεν οὐκ ἔτυχεν πρήξιος ἧς ἔθελεν.

Τούτου ἐστὶ καὶ τὸ Μηδὲν χρημάτων ἕνεκα πράττειν˙ δεῖν γὰρ τὰ κερδαντὰ κερδαίνειν. ἐποίησε δὲ καὶ ὑποθήκας εἰς ἔπη δισχίλια. εἶπέ τε τοὺς μέλλοντας ἀσφαλῶς τυραννήσειν τῇ εὐνοίᾳ δορυφορεῖσθαι, καὶ μὴ τοῖς ὅπλοις. καί ποτε ἐρωτηθεὶς διὰ τί τυραννεῖ, ἔφη, "ὅτι καὶ τὸ ἑκουσίως ἀποστῆναι καὶ τὸ ἀφαιρεθῆναι κίνδυνον φέρει." ἔλεγε δὲ καὶ τάδε˙ καλὸν ἡσυχία˙ ἐπισφαλὲς προπέτεια˙ κέρδος αἰσχρόν˙ * δημοκρατία κρεῖττον τυραννίδος˙ αἱ μὲν ἡδοναὶ φθαρταί, αἱ δὲ τιμαὶ ἀθάνατοι˙

[97] Πλούτου καὶ σοφίας πρύτανιν πατρὶς ἥδε Κόρινθος
κόλποις ἀγχιάλος γῆ Περίανδρον ἔχει.

[6920] Ἔστι καὶ ἡμῶν˙

[701] Μή ποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος˙ ἀλλὰ
τέρπεο πᾶσιν ὁμῶς οἷσι δίδωσι θεός.
Καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη,
οὕνεκεν οὐκ ἔτυχε πρήξιος ἧς ἔθελεν.

[705] Τούτου ἐστὶ καὶ τὸ Μηδὲν χρημάτων ἕνεκα πράττειν˙ δεῖν γὰρ τὰ κερδαντὰ κερδαίνειν. Ἐποίησε δὲ καὶ ὑποθήκας εἰς ἔπη δισχίλια. Εἶπέ τε 〈δεῖν〉 τοὺς μέλλοντας ἀσφαλῶς τυραννήσειν τῇ 〈τῶν πολιτῶν〉 εὐνοίᾳ δορυφορεῖσθαι, καὶ μὴ τοῖς ὅπλοις. Καί ποτε ἐρωτηθεὶς διὰ τί [7010] τυραννεῖ, ἔφη, " Ὅτι καὶ τὸ ἑκουσίως ἀποστῆναι καὶ τὸ ἀφαιρεθῆναι κίνδυνον φέρει." Ἐλεγε δὲ καὶ τάδε˙ Καλὸν ἡσυχία˙ ἐπισφαλὲς προπέτεια˙ κέρδος αἰσχρόν 〈φύσεως κατηγορία〉˙ δημοκρατία κρεῖττον τυραννίδος˙ αἱ μὲν [711] ἡδοναὶ φθαρταί, αἱ δὲ τιμαὶ ἀθάνατοι˙