[93] μὴ ἐπιγελᾶν τοῖς σκωπτομένοις˙ ἀπεχθήσεσθαι γὰρ τούτοις. εὐτυχῶν μὴ ἴσθι ὑπερήφανος˙ ἀπορήσας μὴ ταπεινοῦ. τὰς μεταβολὰς τῆς τύχης γενναίως ἐπίστασο φέρειν.
Ἐτελεύτησε δὲ γηραιός, ἔτη βιοὺς ἑβδομήκοντα˙ καὶ αὐτῷ ἐπεγράφη
(A. Pal. VII. 618)˙

ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ
ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη.

Ἀπεφθέγξατο˙ μέτρον ἄριστον. καὶ Σόλωνι ἐπέστειλεν οὕτω (Hercher 207)˙

Κλεόβουλος Σόλωνι

Πολλοὶ μέν τιν ἔασιν ἕταροι καὶ οἶκος πάντη˙ φαμὶ δὲ ἐγὼν ποτανεστάταν ἐσεῖσθαι Σόλωνι τὰν Λίνδον δαμοκρατεομέναν. καὶ ἁ νᾶσος πελαγία, ἔνθα οἰκέοντι οὐδὲν δεινὸν ἐκ Πεισιστράτω. καὶ τοὶ ἕταροι δὲ ἑκάστοθεν πὰρ τὺ βασοῦνται.

[93] μὴ ἐπεγγελᾶν τοῖς σκωπτομένοις˙ ἀπεχθήσεσθαι γὰρ τούτοις. εὐτυχῶν μὴ ἴσθι ὑπερήφανος˙ ἀπορήσας μὴ ταπεινοῦ. τὰς μεταβολὰς τῆς τύχης γενναίως ἐπίστασο φέρειν.
Ἐτελεύτησε δὲ γηραιός, ἔτη βιοὺς ἑβδομήκοντα˙ καὶ αὐτῷ ἐπεγράφη˙

ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ
ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη.

Ἀπεφθέγξατο˙ μέτρον ἄριστον. Καὶ Σόλωνι ἐπέστειλεν οὕτω˙

Κλεόβουλος Σόλωνι

"Πολλοὶ μέν τιν ἔασιν ἕταροι καὶ οἶκος πάντη˙ φαμὶ δὲ ἐγὼν ποτανεστάταν ἐσεῖσθαι Σόλωνι τὰν Λίνδον δαμοκρατεομέναν. καὶ ἁ νᾶσος πελαγία, ἔνθα οἰκέοντι οὐδὲν δεινὸν ἐκ Πεισιστράτω. καὶ τοὶ ἕταροι δὲ ἑκάστοθεν πὰρ τὺ βασοῦνται."

[93] Μὴ ἐπιγελᾶν τοῖς σκωπτομένοις˙ [6610] ἀπεχθήσεσθαι γὰρ τούτοις. Εὐτυχῶν μὴ ἴσθι ὑπερήφανος˙ ἀπορήσας μὴ ταπεινοῦ. Τὰς μεταβολὰς τῆς τύχης γενναίως ἐπίστασο φέρειν.
Ἐτελεύτησε δὲ γηραιός, ἔτη βιοὺς ἑβδομήκοντα˙ καὶ αὐτῷ ἐπεγράφη˙

[671] Ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ
ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη.

Ἀπεφθέγξατο˙ Μέτρον ἄριστον. Καὶ Σόλωνι ἐπέστειλεν οὕτω˙

[675]

Κλεόβουλος Σόλωνι

Πολλοὶ μέν τιν ἔασιν ἕταροι καὶ οἶκος πάντη˙ φαμὶ δὲ ἐγὼν ποτανεστάταν ἐσεῖσθαι Σόλωνι τὰν Λίνδον δαμοκρατεομέναν. Καὶ ἁ νᾶσος πελαγία, ἔνθα οἰκέοντι οὐδὲν δεινὸν ἐκ Πεισιστράτω. Καὶ τοὶ ἕταροι δὲ ἑκάστοθεν πὰρ τὺ [6710] βασοῦνται.