[92] καὶ ὅταν τις ἐξίῃ τῆς οἰκίας, ζητείτω πρότερον τί μέλλει πράσσειν˙ καὶ ὅταν εἰσέλθῃ πάλιν, ζητείτω τί ἔπραξε. συνεβούλευέ τε εὖ τὸ σῶμα ἀσκεῖν˙ φιλήκοον εἶναι μᾶλλον ἢ φιλόλαλον˙ φιλομαθῆ μᾶλλον ἢ ἀμαθῆ˙ γλῶσσαν εὔφημον ἴσχειν˙ ἀρετῆς οἰκεῖον εἶναι, κακίας ἀλλότριον˙ ἀδικίαν φεύγειν˙ πόλει τὰ βέλτιστα συμβουλεύειν˙ ἡδονῆς κρατεῖν˙ βίᾳ μηδὲν πράττειν˙ τέκνα παιδεύειν˙ ἐχθρὰν διαλύειν. γυναικὶ μὴ φιλοφρονεῖσθαι, μηδὲ μάχεσθαι, ἀλλοτρίων παρόντων˙ τὸ μὲν γὰρ ἄνοιαν, τὸ δὲ μανίαν σημαίνει. οἰκέτην πάροινον μὴ κολάζειν, δοκεῖν γὰρ παροινεῖν. γαμεῖν ἐκ τῶν ὁμοίων˙ ἂν γὰρ ἐκ τῶν κρειττόνων λάβῃς, φησί, δεσπότας κτήσῃ τοὺς συγγενέας. [92] καὶ ὅταν τις ἐξίῃ τῆς οἰκίας, ζητείτω πρότερον τί μέλλει πράσσειν˙ καὶ ὅταν εἰσέλθῃ πάλιν, ζητείτω τί ἔπραξε. συνεβούλευέ τε εὖ τὸ σῶμα ἀσκεῖν˙ φιλήκοον εἶναι μᾶλλον ἢ φιλόλαλον˙ [φιλομαθῆ μᾶλλον ἢ ἀμαθῆ]˙ γλῶσσαν εὔφημον ἴσχειν˙ ἀρετῆς οἰκεῖον εἶναι, κακίας ἀλλότριον˙ ἀδικίαν φεύγειν˙ πόλει τὰ βέλτιστα συμβουλεύειν˙ ἡδονῆς κρατεῖν˙ βίᾳ μηδὲν πράττειν˙ τέκνα παιδεύειν˙ ἐχθρὰν διαλύειν. γυναικὶ μὴ φιλοφρονεῖσθαι, μηδὲ μάχεσθαι, ἀλλοτρίων παρόντων˙ τὸ μὲν γὰρ ἄνοιαν, τὸ δὲ μανίαν σημαίνει. οἰκέτην παρ' οἶνον μὴ κολάζειν, δοκεῖν γὰρ ἂν παροινεῖν. γαμεῖν ἐκ τῶν ὁμοίων˙ ἂν γὰρ ἐκ τῶν κρειττόνων λάβῃς, φησί, δεσπότας κτήσῃ τοὺς συγγενέας. [92] Καὶ ὅταν τις ἐξίῃ τῆς οἰκίας, ζητείτω πρότερον τί μέλλει πράσσειν˙ καὶ ὅταν εἰσέλθῃ, πάλιν ζητείτω τί ἔπραξε. Συνεβούλευέ τε εὖ τὸ [6515] σῶμα ἀσκεῖν˙ φιλήκοον εἶναι μᾶλλον ἢ φιλόλαλον˙ φιλομαθῆ [661] μᾶλλον ἢ ἀμαθῆ˙ γλῶσσαν εὔφημον ἴσχειν˙ ἀρετῆς οἰκεῖον εἶναι, κακίας ἀλλότριον˙ ἀδικίαν φεύγειν˙ πόλει τὰ βέλτιστα συμβουλεύειν˙ ἡδονῆς κρατεῖν˙ βίᾳ μηδὲν πράττειν˙ τέκνα παιδεύειν˙ ἐχθρὰν διαλύειν. Γυναικὶ μὴ [665] φιλοφρονεῖσθαι, μηδὲ μάχεσθαι, ἀλλοτρίων παρόντων˙ τὸ μὲν γὰρ ἄνοιαν, τὸ δὲ μανίαν σημαίνει. Οἰκέτην παρ' οἶνον μὴ κολάζειν˙ δοκεῖν γὰρ 〈ἂν〉 παροινεῖν. Γαμεῖν ἐκ τῶν ὁμοίων˙ ἂν γὰρ ἐκ τῶν κρειττόνων λάβῃς, φησί, δεσπότας κτήσῃ τοὺς συγγενέας.