[91] εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα. τῶν δὲ ἑκάστῳ
παῖδες δὶς τριάκοντα διάνδιχα εἶδος ἔχουσαι˙
αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ' αὖτε μέλαιναι˙
ἀθάνατοι δέ τ' ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι.

ἔστι δ' ὁ ἐνιαυτός.
Τῶν δὲ ἀ̣δομένων εὐδοκίμησεν αὐτοῦ τάδε (Bergk III. 201)˙

Ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσι
λόγων τε πλῆθος˙ ἀλλ' ὁ καιρὸς ἀρκέσει.
φρόνει τι κεδνόν˙ μὴ μάταιος ? ἄχαρις γιν̣έσθω.

ἔφη δὲ δεῖν συνοικίζειν τὰς θυγατέρας, παρθένους μὲν τὴν ἡλικίαν τὸ δὲ φρονεῖν γυναῖκας˙ ὑποδεικνὺς ὅτι δεῖ παιδεύεσθαι καὶ τὰς παρθένους. ἔλεγέ τε τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον ᾖ φίλος˙ τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. φυλάσσεσθαι γὰρ τῶν μὲν φίλων τὸν ψόγον, τῶν δὲ ἐχθρῶν τὴν ἐπιβουλήν.

[91] εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα. τῶν δὲ ἑκάστῳ
παῖδες δὶς τριάκοντα διάνδιχα εἶδος ἔχουσαι˙
αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ' αὖτε μέλαιναι˙
ἀθάνατοι δέ τ' ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι.

ἔστι δ' ὁ ἐνιαυτός.
Τῶν δὲ ἀ̣δομένων αὐτοῦ εὐδοκίμησεν αὐτοῦ τάδε˙ Ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσι, λόγων τε πλῆθος˙ ἀλλ' ὁ καιρὸς ἀρκέσει. φρόνει τι κεδνόν˙ μὴ μάταιος ἄχαρις γινέσθω. ἔφη δὲ δεῖν συνοικίζειν τὰς θυγατέρας, παρθένους μὲν τὴν ἡλικίαν τὸ δὲ φρονεῖν γυναῖκας˙ ὑποδεικνὺς ὅτι δεῖ παιδεύεσθαι καὶ τὰς παρθένους. ἔλεγέ τε τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον ᾖ φίλος˙ τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. φυλάσσεσθαι γὰρ τῶν μὲν φίλων τὸν ψόγον, τῶν δὲ ἐχθρῶν τὴν ἐπιβουλήν.

[91] Εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα. Τῶν δὲ ἑκάστῳ
[6415] παῖδες 〈δὶς〉 τριάκοντα διάνδιχα εἶδος ἔχουσαι˙
αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ' αὖτε μέλαιναι˙
ἀθάνατοι δέ τ' ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι.

[651] Ἔστι δ' ὁ ἐνιαυτός.
Τῶν δὲ ἀ̣δομένων εὐδοκίμησεν αὐτοῦ τάδε˙

Ἀμουσία τὸ πλέον [μέρος] ἐν βροτοῖσι
λόγων τε πλῆθος˙ ἀλλ' ὁ καιρὸς ἀρκέσει.
[655] Φρόνει τι κεδνόν˙ μὴ μάταιος
ἁ χάρις γενέσθω.

Ἔφη δὲ δεῖν συνοικίζειν τὰς θυγατέρας, παρθένους μὲν τὴν ἡλικίαν τὸ δὲ φρονεῖν γυναῖκας˙ ὑποδεικνὺς ὅτι δεῖ παιδεύεσθαι καὶ τὰς παρθένους. Ἔλεγέ τε τὸν φίλον [6510] δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον ᾖ φίλος˙ τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. Φυλάσσεσθαι γὰρ τῶν μὲν φίλων τὸν ψόγον, τῶν δὲ ἐχθρῶν τὴν ἐπιβουλήν.