[88] μὴ ταχὺ λάλει˙ μανίαν γὰρ ἐμφαίνει. φρόνησιν ἀγάπα. περὶ θεῶν λέγε ὡς εἰσίν. ἀνάξιον ἄνδρα μὴ ἐπαίνει διὰ πλοῦτον. πείσας λαβέ, μὴ βιασάμενος. ὅ τι ἂν ἀγαθὸν πράττῃς, εἰς θεοὺς ἀνάπεμπε. ἐφόδιον ἀπὸ νεότητος εἰς γῆρας ἀναλάμβανε σοφίαν˙ βεβαιότερον γὰρ τοῦτο τῶν ἄλλων κτημάτων."
Μέμνηται τοῦ Βίαντος καὶ Ἱππῶναξ, ὡς προείρηται (§ 84 sup.), καὶ ὁ δυσάρεστος Ἡράκλειτος (DK 22 B 39) μάλιστα αὐτὸν ἐπῄνεσε γράψας˙ ἐν Πριήνῃ Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλέων λόγος ἢ τῶν ἄλλων. καὶ οἱ Πριηνεῖς δὲ αὐτῷ τέμενος καθιέρωσαν τὸ Τευτάμειον λεγόμενον. ἀπεφθέγξατο˙ οἱ πλεῖστοι κακοί.
[88] μὴ ταχὺ λάλει˙ μανίαν γὰρ ἐμφαίνει. φρόνησιν ἀγάπα. περὶ θεῶν λέγε ὡς εἰσίν. ἀνάξιον ἄνδρα μὴ ἐπαίνει διὰ πλοῦτον. πείσας λαβέ, μὴ βιασάμενος. ὅ τι ἂν ἀγαθὸν πράττῃς, εἰς θεοὺς ἀνάπεμπε. ἐφόδιον ἀπὸ νεότητος εἰς γῆρας ἀναλάμβανε σοφίαν˙ βεβαιότερον γὰρ τοῦτο τῶν ἄλλων κτημάτων."
Μέμνηται τοῦ Βίαντος καὶ Ἱππῶναξ, ὡς προείρηται, καὶ ὁ δυσάρεστος Ἡράκλειτος μάλιστα αὐτὸν ἐπῄνεσε γράψας˙ "ἐν Πριήνῃ Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλέων λόγος ἢ τῶν ἄλλων." καὶ οἱ Πριηνεῖς δὲ αὐτῷ τέμενος καθιέρωσαν τὸ Τευτάμειον λεγόμενον. ἀπεφθέγξατο˙ οἱ πλεῖστοι κακοί.
[88] Μὴ ταχὺ λάλει˙ μανίαν γὰρ ἐμφαίνει. Φρόνησιν ἀγάπα. | Περὶ θεῶν λέγε ὡς εἰσίν. Ἀνάξιον ἄνδρα μὴ ἐπαίνει διὰ πλοῦτον. Πείσας λαβέ, μὴ βιασάμενος. Ὅ τι ἂν ἀγαθὸν πράττῃς, εἰς θεοὺς ἀνάπεμπε. Ἐφόδιον ἀπὸ νεότητος εἰς γῆρας [6210] ἀναλάμβανε σοφίαν˙ βεβαιότερον γὰρ τοῦτο τῶν ἄλλων κτημάτων."
Μέμνηται τοῦ Βίαντος καὶ Ἱππῶναξ, ὡς προείρηται, καὶ ὁ δυσάρεστος Ἡράκλειτος μάλιστα αὐτὸν ἐπῄνεκε γράψας˙ " Ἐν Πριήνῃ Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλέων
[6215] λόγος ἢ τῶν ἄλλων. Καὶ οἱ Πριηνεῖς δὲ αὐτῷ τέμενος καθιέρωσαν τὸ Τευτάμειον λεγόμενον. Ἀπεφθέγξατο˙ Οἱ πλεῖστοι ἄνθρωποι κακοί.