[87] Ἐρωτηθεὶς τί γλυκὺ ἀνθρώποις, "ἐλπίς," ἔφη. ἥδιον ἔλεγε δικάζειν μεταξὺ ἐχθρῶν ἢ φίλων˙ τῶν μὲν γὰρ φίλων πάντως ἐχθρὸν ἔσεσθαι τὸν ἕτερον, τῶν δὲ ἐχθρῶν τὸν ἕτερον φίλον. ἐρωτηθεὶς τί ποιῶν ἄνθρωπος τέρπεται, ἔφη, "κερδαίνων." ἔλεγέ τε τὸν βίον οὕτω μετρεῖν ὡς καὶ πολὺν καὶ ὀλίγον χρόνον βιωσομένους, καὶ φιλεῖν ὡς μισήσοντας˙ τοὺς γὰρ πλείστους εἶναι κακούς. συνεβούλευέ τε ὧδε˙ "βραδέως ἐγχείρει τοῖς πραττομένοις˙ ὃ δ' ἂν ἕλῃ, βεβαίως τηρῶν διάμενε. [87] Ἐρωτηθεὶς τί γλυκὺ ἀνθρώποις, " Ἐλπίς," ἔφη. Ἥδιον ἔλεγε δικάζειν μεταξὺ ἐχθρῶν ἢ φίλων˙ τῶν μὲν γὰρ φίλων πάντως ἐχθρὸν ἔσεσθαι τὸν ἕτερον, τῶν δὲ ἐχθρῶν τὸν ἕτερον φίλον. ἐρωτηθεὶς τί ποιῶν ἄνθρωπος τέρπεται, ἔφη, "κερδαίνων." ἔλεγέ τε τὸν βίον οὕτω μετρεῖν ὡς καὶ πολὺν καὶ ὀλίγον χρόνον βιωσομένους, καὶ φιλεῖν ὡς μισήσοντας˙ τοὺς γὰρ πλείστους εἶναι κακούς. συνεβούλευέ τε ὧδε˙ βραδέως ἐγχείρει τοῖς πραττομένοις˙ ὃ δ' ἂν ἕλῃ, βεβαίως τηρῶν διάμενε. [87] Ἐρωτηθεὶς τί γλυκὺ ἀνθρώποις, " Ἐλπίς," ἔφη. Ἥδιον ἔλεγε δικάζειν μεταξὺ ἐχθρῶν ἢ φίλων˙ τῶν μὲν γὰρ φίλων πάντως ἐχθρὸν ἔσεσθαι τὸν ἕτερον, τῶν δὲ ἐχθρῶν τὸν ἕτερον φίλον. Ἐρωτηθεὶς τί ποιῶν ἄνθρωπος τέρπεται, [621] ἔφη, "Κερδαίνων." Ἔλεγέ τε τὸν βίον οὕτω 〈δεῖν〉 μετρεῖν, ὡς καὶ πολὺν καὶ ὀλίγον χρόνον βιωσομένους˙ καὶ φιλεῖν ὡς καὶ μισήσοντας˙ τοὺς γὰρ πλείστους εἶναι κακούς. Συνεβούλευέ τε ὧδε˙ "Βραδέως ἐγχείρει τοῖς πραττομένοις˙ [625] ὃ δ' ἂν ἕλῃ, βεβαίως τηρῶν διάμενε.