[86] καὶ τὸ μὲν ἰσχυρὸν γενέσθαι τῆς φύσεως ἔργον˙ τὸ δὲ λέγειν δύνασθαι τὰ συμφέροντα τῇ πατρίδι ψυχῆς ἴδιον καὶ φρονήσεως. εὐπορίαν δὲ χρημάτων πολλοῖς καὶ διὰ τύχην περιγίνεσθαι. ἔλεγε δὲ ἀτυχῆ εἶναι τὸν ἀτυχίαν μὴ φέροντα˙ καὶ νόσον ψυχῆς τὸ τῶν ἀδυνάτων ἐρᾶν, ἀλλοτρίων δὲ κακῶν ἀμνημόνευτον εἶναι. ἐρωτηθεὶς τί δυσχερές, "τὴν ἐπὶ τὸ χεῖρον," ἔφη, "μεταβολὴν εὐγενῶς ἐνεγκεῖν." συμπλέων ποτὲ ἀσεβέσι, χειμαζομένης τῆς νεὼς κἀκείνων τοὺς θεοὺς ἐπικαλουμένων, "σιγᾶτε," ἔφη, "μὴ αἴσθωνται ὑμᾶς ἐνθάδε πλέοντας." ἐρωτηθεὶς ὑπὸ ἀσεβοῦς ἀνθρώπου τί ποτέ ἐστιν εὐσέβεια, ἐσίγα. τοῦ δὲ τὴν αἰτίαν τῆς σιγῆς πυθομένου, "σιωπῶ," ἔφη, "ὅτι περὶ τῶν οὐδέν σοι προσηκόντων πυνθάνῃ." [86] καὶ τὸ μὲν ἰσχυρὸν γενέσθαι τῆς φύσεως ἔργον˙ τὸ δὲ λέγειν δύνασθαι τὰ συμφέροντα τῇ πατρίδι ψυχῆς ἴδιον καὶ φρονήσεως. εὐπορίαν δὲ χρημάτων πολλοῖς καὶ διὰ τύχην περιγίνεσθαι. ἔλεγε δὲ ἀτυχῆ εἶναι τὸν ἀτυχίαν μὴ φέροντα˙ καὶ νόσον ψυχῆς τὸ τῶν ἀδυνάτων ἐρᾶν, ἀλλοτρίων δὲ κακῶν ἀμνημόνευτον εἶναι. ἐρωτηθεὶς τί δυσχερές, "τὴν ἐπὶ τὸ χεῖρον," ἔφη, "μεταβολὴν εὐγενῶς ἐνεγκεῖν." συμπλέων ποτὲ ἀσεβέσι, χειμαζομένης τῆς νεὼς κἀκείνων τοὺς θεοὺς ἐπικαλουμένων, "σιγᾶτε," ἔφη, "μὴ αἴσθωνται ὑμᾶς ἐνθάδε πλέοντας." ἐρωτηθεὶς ὑπὸ ἀσεβοῦς ἀνθρώπου τί ποτέ ἐστιν εὐσέβεια, ἐσίγα. τοῦ δὲ τὴν αἰτίαν τῆς σιγῆς πυθομένου, "σιωπῶ," ἔφη, "ὅτι περὶ τῶν οὐδέν σοι προσηκόντων πυνθάνῃ." [86] Καὶ τὸ μὲν ἰσχυρὸν γενέσθαι τῆς φύσεως ἔργον˙ τὸ δὲ λέγειν δύνασθαι τὰ συμφέροντα τῇ πατρίδι ψυχῆς ἴδιον [615] καὶ φρονήσεως. Εὐπορίαν δὲ χρημάτων πολλοῖς καὶ διὰ τύχην περιγίνεσθαι. Ἔλεγε δὲ ἀτυχῆ εἶναι τὸν ἀτυχίαν μὴ φέροντα˙ καὶ νόσον ψυχῆς τὸ τῶν ἀδυνάτων ἐρᾶν˙ ἀλλοτρίων τε κακῶν ἀμνημόνευτον εἶναι. Ἐρωτηθεὶς τί δυσχερές, "Τὴν ἐπὶ τὸ χεῖρον," ἔφη, "μεταβολὴν εὐγενῶς [6110] ἐνεγκεῖν." Συμπλέων ποτὲ ἀσεβέσι, χειμαζομένης τῆς νεὼς κἀκείνων τοὺς θεοὺς ἐπικαλουμένων, "Σιγᾶτε," ἔφη, "μὴ αἴσθωνται ὑμᾶς ἐνθάδε πλέοντας." Ἐρωτηθεὶς ὑπὸ ἀσεβοῦς ἀνθρώπου τί ποτέ ἐστιν εὐσέβεια, ἐσίγα. Τοῦ δὲ τὴν αἰτίαν τῆς σιγῆς πυθομένου, "Σιωπῶ," ἔφη, "ὅτι περὶ [6115] τῶν οὐδέν σοι προσηκόντων πυνθάνῃ."