[85] καὶ αὐτὸν μεγαλοπρεπῶς ἔθαψεν ἡ πόλις, καὶ ἐπέγραψαν (A. Pal. VII. 90)˙ κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει ἥδε Βίαντα πέτρη, κόσμον Ἴωσι μέγαν. ἀλλὰ καὶ ἡμεῖς (A. Pal. VII. 91)˙ τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς εἰς Ἀίδην, πολιῷ γήραϊ νιφόμενον. εἶπε γάρ, εἶπε δίκην ἑτάρου τινός˙ εἶτ' ἀποκλινθεὶς παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον. Ἐποίησε δὲ περὶ Ἰωνίας, τίνα μάλιστα ἂν τρόπον εὐδαιμονοίη, εἰς ἔπη δισχίλια. τῶν δὲ ᾳ)δομένων αὐτοῦ εὐδοκίμησε τάδε (Bergk III. 199)˙ ἀστοῖσιν ἄρεσκε πᾶσιν ἐν πόλει 〈. . .〉 αἴκε μένῃς˙ πλείσταν γὰρ ἔχει χάριν˙ αὐθάδης δὲ τρόπος πολλάκι βλαβερὰν ἐξέλαμψεν ἄταν. | [85] καὶ αὐτὸν μεγαλοπρεπῶς ἔθαψεν ἡ πόλις, καὶ ἐπέγραψαν˙ κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει ἥδε Βίαντα πέτρη, κόσμον Ἴωσι μέγαν. ἀλλὰ καὶ ἡμεῖς˙ τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς εἰς Ἀίδην, πολιῷ γήραϊ νιφόμενον. εἶπε γάρ, εἶπε δίκην ἑτάρου τινός˙ εἶτ' ἀποκλινθεὶς παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον. Ἐποίησε δὲ περὶ Ἰωνίας, τίνα μάλιστα ἂν τρόπον εὐδαιμονοίη, εἰς ἔπη δισχίλια. τῶν δὲ ᾳ)δομένων αὐτοῦ εὐδοκίμησε τάδε˙ ἀστοῖσιν ἄρεσκε πᾶσιν ἐν πόλει* αἴκε μένῃς˙ πλείσταν γὰρ ἔχει χάριν˙ αὐθάδης δὲ τρόπος πολλάκι βλαβερὰν ἐξέλαμψεν ἄταν. | [85] Καὶ αὐτὸν μεγαλοπρεπῶς ἔθαψεν ἡ πόλις, καὶ ἐπέγραψαν˙ Κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει ἥδε Βίαντα πέτρα, κόσμον Ἴωσι μέγαν. Ἀλλὰ καὶ ἡμεῖς˙ [6010] Τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς εἰς Ἀίδην, πολιῷ γήραϊ νιφόμενον. Εἶπε γάρ, εἶπε δίκην ἑτάρου τινός˙ εἶτ' ἀποκλινθεὶς παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον. Ἐποίησε δὲ περὶ Ἰωνίας, τίνα μάλιστα ἂν τρόπον [6015] εὐδαιμονοίη, εἰς ἔπη δισχίλια. Τῶν δὲ ᾳ)δομένων αὐτοῦ εὐδοκίμησε τάδε˙ Ἀστοῖσιν ἄρεσκε πᾶσιν ἐν πόλει ᾇ κε μένῃς. [611] Πλείσταν γὰρ ἔχει χάριν˙ αὐθάδης δὲ τρόπος βλαβερὰν πολλάκις ἐξέλαμψεν ἄταν. |