[84] λέγεται δὲ καὶ δίκας δεινότατος γεγονέναι εἰπεῖν. ἐπ' ἀγαθῷ μέντοι τῇ τῶν λόγων ἰσχύϊ προσεχρῆτο. ὅθεν καὶ Δημόδοκος ὁ Λέριος τοῦτο αἰνίττεται λέγων (Diehl 6)˙

ἢν τύχῃς κρίνων δικάζευ τὴν Πριηνίην δίκην.

καὶ Ἱππῶναξ˙ (Diehl 73)

καὶ δικάζεσθαι Βίαντος τοῦ Πριηνέως κρεῖσσον.

Τοῦτον οὖν καὶ ἐτελεύτα τὸν τρόπον. δίκην γὰρ ὑπέρ τινος λέξας ἤδη ὑπέργηρως ὑπάρχων, μετὰ τὸ καταπαῦσαι τὸν λόγον ἀπέκλινε τὴν κεφαλὴν εἰς τοὺς τοῦ τῆς θυγατρὸς υἱοῦ κόλπους˙ εἰπόντος δὲ καὶ τοῦ δι' ἐναντίας καὶ τῶν δικαστῶν τὴν ψῆφον ἐνεγκόντων τῷ ὑπὸ τοῦ Βίαντος βοηθουμένῳ, λυθέντος τοῦ δικαστηρίου νεκρὸς ἐν τοῖς κόλποις εὑρέθη.

[84] λέγεται δὲ καὶ δίκας δεινότατος γεγονέναι εἰπεῖν. ἐπ' ἀγαθῷ μέντοι τῇ τῶν λόγων ἰσχύϊ προσεχρῆτο. ὅθεν καὶ Δημόδοκος ὁ Λέριος τοῦτο αἰνίττεται λέγων˙

ἢν τύχῃς κρίνων δικάζευ τὴν Πριηνίην δίκην˙

καὶ Ἱππῶναξ˙ " ἃ καὶ δικάζεσθαι Βίαντος τοῦΠριηνέως κρεῖσσον."
Τοῦτον οὖν καὶ ἐτελεύτα τὸν τρόπον. δίκην γὰρ ὑπέρ τινος λέξας ἤδη ὑπέργηρως ὑπάρχων, μετὰ τὸ καταπαῦσαι τὸν λόγον ἀπέκλινε τὴν κεφαλὴν εἰς τοὺς τοῦ τῆς θυγατρὸς υἱοῦ κόλπους˙ εἰπόντος δὲ καὶ τοῦ δι' ἐναντίας καὶ τῶν δικαστῶν τὴν ψῆφον ἐνεγκόντων τῷ ὑπὸ τοῦ Βίαντος βοηθουμένῳ, λυθέντος τοῦ δικαστηρίου νεκρὸς ἐν τοῖς κόλποις εὑρέθη.

[84] Λέγεται δὲ καὶ δίκας δεινότατος γεγονέναι εἰπεῖν. ἐπ' ἀγαθῷ μέντοι τῇ τῶν [5910] λόγων ἰσχύϊ προσεχρῆτο. Ὄθεν καὶ Δημόδοκος ὁ Λέριος τοῦτο αἰνίττεται λέγων˙

Ἢν τύχῃς τίνων δικάζευ τὴν Πριηνίην δίκην.

καὶ Ἱππῶναξ α'˙

Kαὶ δικάζεσθαι Βίαντος τοῦ Πριηνέως κρεῖσσον.

[5915] Τοῦτον γοῦν καὶ ἐτελεύτα τὸν τρόπον. Δίκην γὰρ ὑπέρ τινος λέξας ἤδη ὑπέργηρως ὑπάρχων, μετὰ τὸ καταπαῦσαι [601] τὸν λόγον ἀπέκλινε τὴν κεφαλὴν εἰς τοὺς τοῦ τῆς θυγατρὸς υἱοῦ κόλπους˙ εἰπόντος δὲ καὶ τοῦ δι' ἐναντίας καὶ τῶν δικαστῶν τὴν ψῆφον ἐνεγκόντων τῷ ὑπὸ τοῦ Βίαντος βοηθουμένῳ, λυθέντος τοῦ δικαστηρίου νεκρὸς [605] ἐν τοῖς κόλποις εὑρέθη.