[81] δοκεῖ δ' ἐκ διαθέσεως αὐτὰ εἰρηκέναι. εὐγενεστέρα γὰρ αὐτῷ οὖσα ἡ γυνή, ἐπειδήπερ ἦν Δράκοντος ἀδελφὴ τοῦ Πενθίλου, σφόδρα κατεσοβαρεύετο αὐτοῦ.
Τοῦτον Ἀλκαῖος (Lobel-Page 429) σαράποδα μὲν καὶ σάραπον ἀποκαλεῖ διὰ τὸ πλατύπουν εἶναι καὶ ἐπισύρειν τὼ πόδε˙ χειροπόδην δὲ διὰ τὰς ἐν τοῖς ποσὶ ῥαγάδας, ἃς χειράδας ἐκάλουν˙ γαύρηκα δὲ ὡς εἰκῆ γαυριῶντα˙ φύσκωνα δὲ καὶ γάστρωνα ὅτι παχὺς ἦν˙ ἀλλὰ μὴν καὶ ζοφοδορπίδαν ὡς ἄλυχνον˙ ἀγάσυρτον δὲ ὡς ἐπισεσυρμένον καὶ ῥυπαρόν. τούτῳ γυμνάσιον σῖτον ἀλεῖν, ὥς φησι Κλέαρχος ὁ φιλόσοφος (Wehrli III, fg. 71).

Καὶ αὐτοῦ ἐστιν ἐπιστόλιον τοιόνδε (Hercher 491)˙

Πιττακὸς Κροίσῳ

Κέλεαί με ἱκνέεσθαι ἐς Λυδίην, ὅπως σοι τὸν ὄλβον ἴδοιμι˙ ἐγὼ δὲ καὶ μὴ ὀρεὶς πέπεισμαι τὸν Ἀλυάττεω παῖδα τῶν βασιλήων πολυχρυσότατον πέλειν. οὐδέν τε πλέον ἄμμιν ἱκομένοις ἐς Σάρδις˙ χρυσοῦ γὰρ οὐ δεύμεθα , ἀλλὰ πέπαμαι ἄρκια καὶ τοῖς ἐμοῖς ἑτάροις. ἔμπας δ' ἵξομαι, ὡς ἀνδρὶ ξείνῳ γενοίμην τοι συνόμιλος.

[81] δοκεῖ δ' ἐκ διαθέσεως αὐτὰ εἰρηκέναι. εὐγενεστέρα γὰρ αὐτῷ οὖσα ἡ γυνή, ἐπειδήπερ ἦν Δράκοντος ἀδελφὴ τοῦ Πενθίλου, σφόδρα κατεσοβαρεύετο αὐτοῦ.
Τοῦτον Ἀλκαῖος σαράποδα μὲν καὶ σάραπον ἀποκαλεῖ διὰ τὸ πλατύπουν εἶναι καὶ ἐπισύρειν τὼ πόδε˙ χειροπόδην δὲ διὰ τὰς ἐν τοῖς ποσὶ ῥαγάδας, ἃς χειράδας ἐκάλουν˙ γαύρηκα δὲ ὡς εἰκῆ γαυριῶντα˙ φύσκωνα δὲ καὶ γάστρωνα ὅτι παχὺς ἦν˙ ἀλλὰ μὴν καὶ ζοφοδορπίδαν ὡς ἄλυχνον˙ ἀγάσυρτον δὲ ὡς ἐπισεσυρμένον καὶ ῥυπαρόν. τούτῳ γυμνάσια ἦν σῖτον ἀλεῖν, ὥς φησι Κλέαρχος ὁ φιλόσοφος.

Καὶ αὐτοῦ ἐστιν ἐπιστόλιον τοιόνδε˙

Πιττακὸς Κροίσῳ

"Κέλεαί με ἱκνέεσθαι ἐς Λυδίην, ὅπως σοι τὸν ὄλβον ἴδοιμι˙ ἐγὼ δὲ καὶ μὴ ὀρεὶς πέπεισμαι τὸν Ἀλυάττεω παῖδα τῶν βασιλήων πολυχρυσότατον πέλειν. οὐδέν τε πλέον ἄμμιν ἱκομένοις ἐς Σάρδις˙ χρυσοῦ γὰρ οὐ δεύμεθα, ἀλλὰ πέπαμαι ἄρκια καὶ τοῖς ἐμοῖς ἑτάροις. ἔμπας δ' ἵξομαι, ὡς ἀνδρὶ ξείνῳ γενοίμην τοι συνόμιλος."

[81] [5615] Δοκεῖ δ' ἐκ διαθέσεως αὐτὰ εἰρηκέναι. Εὐγενεστέρα γὰρ οὖσα αὐτῷ ἡ γυνή, ἐπειδήπερ ἦν Δράκοντος ἀδελφὴ τοῦ Πενθίλου, σφόδρα κατεσοβαρεύετο αὐτοῦ.
[571] Τοῦτον Ἀλκαῖος σαράποδα μὲν καὶ σάραπον ἀποκαλεῖ διὰ τὸ πλατύπουν εἶναι καὶ ἐπισύρειν τὼ πόδε˙ χειροπόδην δὲ διὰ τὰς ἐν τοῖς ποσὶ ῥαγάδας, ἃς χειράδας ἐκάλουν˙ γαύρηκα δὲ ὡς εἰκῆ γαυριῶντα˙ φύσκωνα δὲ [575] καὶ γάστρωνα ὅτι παχὺς ἦν˙ ἀλλὰ μὴν καὶ ζοφοδορπίδαν ὡς ἄλυχνον˙ ἀγάσυρτον δὲ ὡς ἐπισεσυρμένον καὶ ῥυπαρόν. Τούτῳ γυμνάσιον σῖτον ἀλεῖν, ὥς φησι Κλέαρχος ὁ φιλόσοφος .

Καὶ αὐτοῦ ἐστιν ἐπιστόλιον τοιόνδε˙

[5710] Πιττακὸς Κροίσῳ

Κέλεαί με ἱκνέεσθαι ἐς Λυδίην, ὅπως σοι τὸν ὄλβον ἴδοιμι˙ ἐγὼ δὲ κἂν μὴ ὀρεὶς πέπεισμαι τὸν Ἀλυάττεω παῖδα τῶν βασιλήων πολυχρυσότατον πέλειν. Οὐδέν τε πλέον ἄμμιν ἱκομένοις ἐς Σάρδις˙ χρυσοῦ γὰρ οὐ δεύμεσθ', [5715] ἀλλ' ἃ πέπαμαι ἄρκια 〈τ' ἐμοι〉 καὶ τοῖς ἐμοῖς ἑτάροις. [581] Ἔμπας δ' ἵξομαι, ὡς ἀνδρὶ ξείνῳ γενοίμαν τοι συνόμιλος.