[80] Ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω
τὸν Μυτιληναῖον, παῖδα τὸνρράδιον˙
ἄττα γέρον, δοιός με καλεῖ γάμος˙ ἡ μία μὲν δὴ
νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατ' ἐμέ˙
ἡ δ' ἑτέρη προβέβηκε. τί λώϊον; εἰ δ' ἄγε σύν μοι
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.
εἶπεν˙ ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
ἤνιδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.
οἱ δ' ἄρ' ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες
ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ.
κείνων ἔρχεο, φησί, μετ' ἴχνια. χὠ μὲν ἐπέστη
πλησίον˙ οἱ δ' ἔλεγον˙ τὴν κατὰ σαυτὸν ἔλα.
ταῦτ' ἀΐων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου
δράξασθαι, παίδων κληδόνα συνθέμενος.
τὴν δ' ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην,
οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.
[80] ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω
τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιου˙

[80] [5515] Ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω
τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιου˙
[561] " Ἄττα γέρον, δοιός με καλεῖ γάμος˙ ἡ μία μὲν δὴ
νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατ' ἐμέ˙
ἡ δ' ἑτέρη προβέβηκε. Τί λώϊον; Εἰ δ' ἄγε σύν μοι
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω."
[565] Εἶπεν˙ ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας˙
" Ἤνιδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος."
(Οἱ δ' ἄρ' ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ.)
"Κείνων ἔρχεο," φησί, "μετ' ἴχνια." Χὠ μὲν ἐπέστη
[5610] πλησίον˙ οἱ δ' ἔλεγον˙ "Τὴν κατὰ σαυτὸν ἔλα."
Ταῦτ' ἀΐων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου
δράξασθαι, παίδων κληδόνα συνθέμενος.
Τὴν δ' ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην,
οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.