[79] οἴεται δὲ καὶ θεοὺς ἐφορᾶν τὰ ἀνθρώπινα καὶ δαίμονας εἶναι. ἔννοιάν τε καλοῦ πρῶτος ἀπεφήνατο τὴν ἐχομένην τοῦ ἐπαινετοῦ καὶ λογικοῦ καὶ χρησίμου καὶ πρέποντος καὶ ἁρμόττοντος. ἅπερ πάντα ἔχεσθαι τοῦ ἀκολούθου τῇ φύσει καὶ ὁμολογουμένου.
Διελέξατο δὲ καὶ περὶ ὀνομάτων ὀρθότητος˙ ὥστε καὶ τὴν ἐπιστήμην τοῦ ὀρθῶς ἀποκρίνεσθαι καὶ ἐρωτᾶν πρῶτον αὐτὸν διασυστῆσαι κατακόρως χρησάμενον. ἐν δὲ τοῖς διαλόγοις καὶ τὴν δικαιοσύνην θεοῦ νόμον ὑπελάμβανεν ὡς ἰσχυροτέραν προτρέψαι τὰ δίκαια πράττειν, ἵνα μὴ καὶ μετὰ θάνατον δίκας ὑπόσχοιεν οἱ κακοῦργοι.

[79] Οἴεται δὲ καὶ θεοὺς ἐφορᾶν τὰ ἀνθρώπινα καὶ δαίμονας εἶναι. Ἔννοιάν τε καλοῦ πρῶτος [23815] ἀπεφήνατο τὴν ἐχομένην τοῦ ἐπαινετοῦ καὶ λογικοῦ καὶ χρησίμου καὶ πρέποντος καὶ ἁρμόττοντος˙ ἅπερ πάντα ἔχεσθαι τοῦ ἀκολούθου τῇ φύσει καὶ ὁμολογουμένου.
Διελέξατο δὲ καὶ περὶ ὀνομάτων ὀρθότητος˙ ὥστε καὶ τὴν ἐπιστήμην τοῦ ὀρθῶς ἀποκρίνεσθαι καὶ ἐρωτᾶν πρῶτον
[23820] αὐτὸν διασυστῆσαι κατακόρως χρησάμενον. Ἐν δὲ [2391] τοῖς διαλόγοις [καὶ] τὴν δικαιοσύνην θεοῦ νόμον ὑπελάμβανεν, ὡς ἰσχυροτέραν 〈οὖσαν〉 προτρέψαι τὰ δίκαια πράττειν, ἵνα μὴ καὶ μετὰ θάνατον δίκας ὑπόσχοιεν οἱ κακοῦργοι.