[78] ἔλεγέ τε συνετῶν μὲν ἀνδρῶν, πρὶν γενέσθαι τὰ δυσχερῆ, προνοῆσαι ὅπως μὴ γένηται˙ ἀνδρείων δέ, γενόμενα εὖ θέσθαι. "ὃ μέλλεις πράττειν, μὴ πρόλεγε˙ ἀποτυχὼν γὰρ γελασθήσῃ." ἀτυχίαν μὴ ὀνειδίζειν, νέμεσιν αἰδόμενον. παρακαταθήκην λαβόντα ἀποδοῦναι. φίλον μὴ λέγειν κακῶς, ἀλλὰ μηδὲ ἐχθρόν. εὐσέβειαν ἀσκεῖν. σωφροσύνην φιλεῖν. ἀλήθειαν ἔχειν, πίστιν, ἐμπειρίαν, ἐπιδεξιότητα, ἑταιρίαν, ἐπιμέλειαν.
Τῶν δὲ ἀ̣δομένων αὐτοῦ μάλιστα εὐδοκίμησε τάδε (Bergk III. 198)˙

ἔχοντα χρὴ τόξα καὶ ἰοδόκον φαρέτραν
στείχειν ποτὶ φῶτα κακόν.
πιστὸν γὰρ οὐδὲν γλῶσσα διὰ στόματος
λαλεῖ διχόμυθον ἔχουσα
καρδίῃ νόημα.

ἔλεγέ τε συνετῶν μὲν ἀνδρῶν, πρὶν γενέσθαι τὰ δυσχερῆ, [78] προνοῆσαι ὅπως μὴ γένηται˙ ἀνδρείων δέ, γενόμενα εὖ θέσθαι. ὃ μέλλεις πράττειν, μὴ πρόλεγε˙ ἀποτυχὼν γὰρ γελασθήσῃ. ἀτυχίαν μὴ ὀνειδίζειν, νέμεσιν αἰδόμενον. παρακαταθήκην λαβόντα ἀποδοῦναι. φίλον μὴ λέγειν κακῶς, ἀλλὰ μηδὲ ἐχθρόν. εὐσέβειαν ἀσκεῖν. σωφροσύνην φιλεῖν. ἀλήθειαν ἔχειν, πίστιν, ἐμπειρίαν, ἐπιδεξιότητα, ἑταιρίαν, ἐπιμέλειαν.
Τῶν δὲ ἀ̣δομένων αὐτοῦ μάλιστα εὐδοκίμησε τάδε˙

ἔχοντα χρὴ τόξα καὶ ἰοδόκον φαρέτραν
στείχειν ποτὶ φῶτα κακόν.
πιστὸν γὰρ οὐδὲν γλῶσσα διὰ στόματος
λαλεῖ διχόθυμον ἔχουσα
καρδίῃ νόημα.

[78] Ἔλεγέ τε συνετῶν μὲν ἀνδρῶν, πρὶν γενέσθαι τὰ δυσχερῆ, προνοῆσαι ὅπως μὴ γένηται˙ ἀνδρείων δέ, γενόμενα εὖ θέσθαι. " Ὃ μέλλεις πράττειν, μὴ πρόλεγε˙ ἀποτυχὼν γὰρ γελασθήσῃ." Ἀτυχίαν μὴ ὀνειδίζειν, [545] νέμεσιν αἰδόμενον. Παρακαταθήκην λαβόντα ἀποδοῦναι. Φίλον μὴ λέγειν κακῶς, ἀλλὰ μηδ' 〈εὖ〉 ἐχθρόν. Εὐσέβειαν ἀσκεῖν. Σωφροσύνην φιλεῖν. Ἀλήθειαν ἔχειν, πίστιν, ἐμπειρίαν, ἐπιδεξιότητα, ἑταιρίαν, ἐπιμέλειαν.
[5410] Τῶν δὲ ἀ̣δομένων αὐτοῦ μάλιστα εὐδοκίμησε τάδε˙

Ἔχοντα χρὴ τόξον 〈τε〉 καὶ ἰοδόκον φαρέτραν
στείχειν ποτὶ φῶτα κακόν˙
πιστὸν γὰρ οὐδὲν γλῶσσα διὰ στόματος
λαλεῖ διχόμυθον ἔχουσα
[5415] καρδίῃ νόημα.