[77] μέμνηται αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόρᾳ (345d)˙ "ἀνάγκᾳ δ' οὐδὲ θεοὶ μάχονται." καὶ "ἀρχὴ ἄνδρα δείκνυσιν." ἐρωτηθεὶς δέ ποτε τί ἄριστον, "τὸ παρὸν εὖ ποιεῖν." καὶ ὑπὸ Κροίσου τίς ἀρχὴ μεγίστη, "ἡ τοῦ ποικίλου," ἔφη, "ξύλου," σημαίνων τὸν νόμον. ἔλεγε δὲ καὶ τὰς νίκας ἄνευ αἵματος ποιεῖσθαι. ἔφη δὲ καὶ πρὸς τὸν Φωκαϊκὸν φάσκοντα δεῖν ζητεῖν σπουδαῖον ἄνθρωπον, "ἂν λίαν," ἔφη, "ζητῇς, οὐχ εὑρήσεις." καὶ πρὸς τοὺς πυνθανομένους τί εὐχάριστον, "χρόνος," ἔφη˙ ἀφανές, "τὸ μέλλον˙" πιστόν, "γῆ˙" ἄπιστον, "θάλασσα." [77] μέμνηται αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόρᾳ˙ "ἀνάγκᾳ δ' οὐδὲ θεοὶ μάχονται." καὶ "ἀρχὴ ἄνδρα δείκνυσιν." ἐρωτηθεὶς δέ ποτε τί ἄριστον, "τὸ παρὸν εὖ ποιεῖν." καὶ ὑπὸ Κροίσου τίς ἀρχὴ μεγίστη, "ἡ τοῦ ποικίλου," ἔφη, "ξύλου," σημαίνων τὸν νόμον. ἔλεγε δὲ καὶ τὰς νίκας ἄνευ αἵματος ποιεῖσθαι. ἔφη δὲ καὶ πρὸς τὸν Φωκαϊκὸν φάσκοντα δεῖν ζητεῖν ἄνθρωπον σπουδαῖον, "ἂν λίαν," ἔφη, "ζητῇς, οὐχ εὑρήσεις." καὶ πρὸς τοὺς πυνθανομένους τί εὐχάριστον, "χρόνος," ἔφη˙ ἀφανές, "τὸ μέλλον"˙ πιστόν, "γῆ"˙ ἄπιστον, "θάλασσα." [77] Μέμνηται αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόρᾳ˙ " Ἀνάγκᾳ δ' οὐδὲ θεοὶ μάχονται." Καὶ " Ἀρχὴ ἄνδρα δεικνύει." Ἐρωτηθεὶς δέ ποτε τί ἄριστον, "Τὸ παρὸν εὖ ποιεῖν." Καὶ ὑπὸ Κροίσου τίς ἀρχὴ μεγίστη, " Ἡ τοῦ ποικίλου," ἔφη, "ξύλου," σημαίνων τὸν νόμον. [5315] Ἔλεγε δὲ καὶ τὰς νίκας δεῖν ἄνευ αἵματος ποιεῖσθαι. Ἔφη δὲ καὶ πρὸς τὸν Φωκαϊκὸν φάσκοντα δεῖν ζητεῖν σπουδαῖον ἄνθρωπον, "<Κ>ἂν λίαν," ἔφη, "ζητῇς, οὐχ εὑρήσεις." Καὶ πρὸς τοὺς πυνθανομένους τί εὐχάριστον, "Χρόνος," ἔφη˙ ἀφανές, "Τὸ μέλλον˙" πιστόν, "Γῆ˙" [541] ἄπιστον, "Θάλασσα."