[76] Παμφίλη δέ φησιν ἐν τῷ δευτέρῳ τῶν Ὑπομνημάτων (FHG III. 521), ὡς τὸν υἱὸν αὐτοῦ Τυρραῖον καθήμενον ἐπὶ κουρείου ἐν Κύμῃ χαλκεύς τις πέλεκυν ἐμβαλὼν ἀνέλοι. τῶν δὲ Κυμαίων πεμψάντων τὸν φονέα τῷ Πιττακῷ, μαθόντα καὶ ἀπολύσαντα εἰπεῖν, "συγγνώμη μετανοίας κρείσσων." Ἡράκλειτος δέ φησιν, Ἀλκαῖον ὑποχείριον λαβόντα καὶ ἀπολύσαντα φάναι, "συγγνώμη τιμωρίας κρείσσων."
Νόμους δὲ ἔθηκε˙ τῷ μεθύοντι, ἐὰν ἁμάρτῃ, διπλῆν εἶναι τὴν ζημίαν˙ ἵνα μὴ μεθύωσι, πολλοῦ κατὰ τὴν νῆσον οἴνου γινομένου. εἶπέ τε χαλεπὸν ἐσθλὸν ἔμμεναι˙ οὗ καὶ Σιμωνίδης μέμνηται (Page 542) λέγων˙ "ἄνδρ' ἀγαθὸν ἀλαθέως γενέσθαι χαλεπόν, τὸ Πιττάκειον."
[76] Παμφίλη δέ φησιν ἐν τῷ δευτέρῳ τῶν Ὑπομνημάτων, ὡς τὸν υἱὸν αὐτοῦ Τυρραῖον καθήμενον ἐπὶ κουρείου ἐν Κύμῃ χαλκεύς τις πέλεκυν ἐμβαλὼν ἀνέλοι. τῶν δὲ Κυμαίων πεμψάντων τὸν φονέα τῷ Πιττακῷ, μαθόντα καὶ ἀπολύσαντα εἰπεῖν, "συγγνώμη μετανοίας κρείσσων." Ἡράκλειτος δέ φησιν, Ἀλκαῖον ὑποχείριον λαβόντα καὶ ἀπολύσαντα φάναι, "συγγνώμη τιμωρίας κρείσσων."
Νόμους δὲ ἔθηκε˙ τῷ μεθύοντι, ἐὰν ἁμάρτῃ, διπλῆν εἶναι τὴν ζημίαν˙ ἵνα μὴ μεθύωσι, πολλοῦ κατὰ τὴν νῆσον οἴνου γινομένου. εἶπέ τε "χαλεπὸν ἐσθλὸν ἔμμεναι˙" οὗ καὶ Σιμωνίδης μέμνηται λέγων˙ "ἄνδρ' ἀγαθὸν ἀλαθέως γενέσθαι χαλεπόν, τὸ Πιττάκειον."
[76] Παμφίλη δέ φησιν ἐν τῷ δευτέρῳ τῶν Ὑπομνημάτων ὡς τὸν υἱὸν αὐτοῦ Τυρραῖον καθήμενον ἐπὶ κουρείου ἐν [531] Κύμῃ χαλκεύς τις πέλεκυν ἐμβαλὼν ἀνέλοι. Τῶν δὲ Κυμαίων πεμψάντων τὸν φονέα τῷ Πιττακῷ, μαθόντα καὶ ἀπολύσαντα εἰπεῖν, "Συγγνώμη μετανοίας κρείσσων." Ἡρακλείδης δέ φησιν, Ἀλκαῖον ὑποχείριον λαβόντα καὶ [535] ἀπολύσαντα φάναι, "Συγγνώμη τιμωρίας κρείσσων."
Νόμον δὲ ἔθηκε˙ τῷ μεθύοντι, ἐὰν ἁμάρτῃ, διπλῆν εἶναι τὴν ζημίαν˙ (ἵνα μὴ μεθύωσι, πολλοῦ κατὰ τὴν νῆσον οἴνου γινομένου). Εἶπέ τε "Χαλεπὸν ἐσθλὸν ἔμμεναι˙" οὗ καὶ Σιμωνίδης μέμνηται λέγων˙ " Ἄνδρ(α) ἀγαθὸν ἀλαθέως
[5310] γενέσθαι χαλεπόν, τὸ Πιττάκειον."