[72] Δημάρατος μὲν γὰρ φυγὰς ὢν Λακεδαιμονίων Ξέρξῃ συνεβούλευσε τὰς ναῦς συνέχειν ἐν τῇ νήσῳ˙ κἂν ἑαλώκει ἡ Ἑλλάς, εἰ ἐπείσθη Ξέρξης. ὕστερόν τε Νικίας ἐπὶ τῶν Πελοποννησιακῶν καταστρεψάμενος τὴν νῆσον, φρουρὸν ἐγκατέστησεν Ἀθηναίων, καὶ πάμπολλα τοὺς Λακεδαιμονίους κακὰ διέθηκε.
Βραχυλόγος τε ἦν˙ ὅθεν καὶ Ἀρισταγόρας ὁ Μιλήσιος
(FGrH 608 F 11) τοῦτον τὸν τρόπον Χιλώνειον καλεῖ. 〈 . . . 〉 Βράγχου δὲ εἶναι, ὃς τὸ ἱερὸν ἔκτισε τὸ ἐν Βραγχίδαις. ἦν δὲ γέρων περὶ τὴν πεντηκοστὴν δευτέραν Ὀλυμπιάδα, ὅτε Αἴσωπος ὁ λογοποιὸς ἤκμαζεν. ἐτελεύτησε δ', ὥς φησιν Ἕρμιππος, (FHG III. 39) ἐν Πίσῃ, τὸν υἱὸν Ὀλυμπιονίκην ἀσπασάμενος πυγμῆς. ἔπαθε δὴ τοῦτο ὑπερβολῇ τε χαρᾶς καὶ ἀσθενείᾳ πολυετίας. καὶ αὐτὸν πάντες οἱ κατὰ τὴν πανήγυριν ἐντιμότατα παρέπεμψαν.
Ἔστι δὲ καὶ εἰς τοῦτον ἐπίγραμμα ἡμῶν (A. Pal. VII. 88)˙

[72] Δημάρατος μὲν γὰρ φυγὰς ὢν Λακεδαιμονίων Ξέρξῃ συνεβούλευσε τὰς ναῦς συνέχειν ἐν τῇ νήσῳ˙ κἂν ἑαλώκει ἡ Ἑλλάς, εἰ ἐπείσθη Ξέρξης. ὕστερόν τε Νικίας ἐπὶ τῶν Πελοποννησιακῶν καταστρεψάμενος τὴν νῆσον, φρουρὸν ἐγκατέστησεν Ἀθηναίων, καὶ πάμπολλα τοὺς Λακεδαιμονίους κακὰ διέθηκε.
Βραχυλόγος τε ἦν˙ ὅθεν καὶ Ἀρισταγόρας ὁ Μιλήσιος τοῦτον τὸν τρόπον Χιλώνειον καλεῖ . . . Βράγχου δὲ εἶναι, ὃς τὸ ἱερὸν ἔκτισε τὸ ἐν Βραγχίδαις. ἦν δὲ γέρων περὶ τὴν πεντηκοστὴν δευτέραν Ὀλυμπιάδα, ὅτε Αἴσωπος ὁ λογοποιὸς ἤκμαζεν. ἐτελεύτησε δ', ὥς φησιν Ἕρμιππος, ἐν Πίσῃ, τὸν υἱὸν Ὀλυμπιονίκην ἀσπασάμενος πυγμῆς. ἔπαθε δὴ τοῦτο ὑπερβολῇ τε χαρᾶς καὶ ἀσθενείᾳ πολυετίας. καὶ αὐτὸν πάντες οἱ κατὰ τὴν πανήγυριν ἐντιμότατα παρέπεμψαν.
Ἔστι δὲ καὶ εἰς τοῦτον ἐπίγραμμα ἡμῶν˙
[72] Δημάρατος [501] μὲν γὰρ φυγὰς ὢν Λακεδαιμονίων Ξέρξῃ συνεβούλευσε τὰς ναῦς συνέχειν ἐν τῇ νήσῳ˙ κἂν ἑαλώκει ἡ Ἑλλάς, εἰ ἐπείσθη Ξέρξης. Ὕστερόν τε Νικίας ἐπὶ τῶν Πελοποννησιακῶν καταστρεψάμενος τὴν νῆσον, φρουρὸν ἐγκατέστησεν [505] Ἀθηναίων, καὶ πάμπολλα τοὺς Λακεδαιμονίους κακὰ διέθηκε.
Βραχυλόγος τε ἦν˙ ὅθεν καὶ Ἀρισταγόρας ὁ Μιλήσιος τοῦτον τὸν τρόπον Χιλώνειον καλεῖ. 〈*〉 Βράγχου δὲ εἶναι, ὃς τὸ ἱερὸν ἔκτισε τὸ ἐν Βραγχίδαις. Ἦν δὲ γέρων περὶ τὴν
[5010] πεντηκοστὴν δευτέραν Ὀλυμπιάδα, ὅτε Αἴσωπος ὁ λογοποιὸς ἤκμαζεν. Ἐτελεύτησε δ', ὥς φησιν Ἕρμιππος, ἐν Πίσῃ, τὸν υἱὸν Ὀλυμπιονίκην πυγμῆς ἀσπασάμενος. Ἔπαθε δὴ τοῦτο ὑπερβολῇ τε χαρᾶς καὶ ἀσθενείᾳ πολυετίας. Καὶ αὐτὸν πάντες οἱ κατὰ τὴν πανήγυριν ἐντιμότατα [5015] παρέπεμψαν.
Ἔστι δὲ καὶ εἰς τοῦτον ἐπίγραμμα ἡμῶν˙