[71] Τῶν δὲ ἀ̣δομένων αὐτοῦ μάλιστα εὐδοκίμησεν ἐκεῖνο˙ (Bergk III. 199)

Ἐν 〈μὲν〉 λιθίναις ἀκόναις ὁ χρυσὸς ἐξετάζεται,
διδοὺς βάσανον φανεράν˙
ἐν δὲ χρυσῷ
ἀνδρῶν ἀγαθῶν τε κακῶν τε νοῦς ἔδωκ' ἔλεγχον.

φασὶ δ' αὐτόν ποτε γηραιὸν ἤδη ὄντα εἰπεῖν ὡς οὐδὲν συνειδείη ἄνομον ἑαυτῷ ἐν τῷ βίῳ˙ διστάζειν δὲ περὶ ἑνός. κρίνων γάρ ποτε φίλῳ δίκην αὐτὸς μὲν κατὰ τὸν νόμον, τὸν δὲ φίλον πείσειεν ἀποδικάσαι αὐτοῦ, ἵνα ἀμφότερα καὶ τὸν νόμον καὶ τὸν φίλον τηρήσαι.
Ἐνδοξότατος δὲ μάλιστα παρὰ τοῖς Ἕλλησιν ἐγένετο προειπὼν περὶ Κυθήρων τῆς νήσου τῆς Λακωνικῆς. καταμαθὼν γὰρ τὴν φύσιν αὐτῆς, "εἴθε," ἔφη, "μὴ ἐγεγόνει, ἢ γενομένη κατεβυθίσθη." καὶ εὖ προὐνοήσατο.

[71] Τῶν δὲ ἀ̣δομένων αὐτοῦ μάλιστα εὐδοκίμησεν ἐκεῖνο˙ "ἐν λιθίναις ἀκόναις ὁ χρυσὸς ἐξετάζεται, διδοὺς βάσανον φανεράν˙ ἐν δὲ χρυσῷ ἀνδρῶν ἀγαθῶν τε κακῶν τε νοῦς ἔδωκ' ἔλεγχον." φασὶ δ' αὐτόν ποτε γηραιὸν ἤδη ὄντα εἰπεῖν ὡς οὐδὲν συνειδείη ἄνομον ἑαυτῷ ἐν τῷ βίῳ˙ διστάζειν δὲ περὶ ἑνός. κρίνων γάρ ποτε φίλῳ δίκην αὐτὸς μὲν κατὰ τὸν νόμον, τὸν δὲ φίλον πείσειεν ἀποδικάσαι αὐτοῦ, ἵνα ἀμφότερα καὶ τὸν νόμον καὶ τὸν φίλον τηρήσαι.
Ἐνδοξότατος δὲ μάλιστα παρὰ τοῖς Ἕλλησιν ἐγένετο προειπὼν περὶ Κυθήρων τῆς νήσου τῆς Λακωνικῆς. καταμαθὼν γὰρ τὴν φύσιν αὐτῆς, "εἴθε," ἔφη, "μὴ ἐγεγόνει, ἢ γενομένη κατεβυθίσθη." καὶ εὖ προὐνοήσατο.
[71] Τῶν δὲ ἀ̣δομένων αὐτοῦ μάλιστα εὐδοκίμησεν ἐκεῖνο˙

[491] Ἐν λιθίναις ἀκόναις ὁ χρυσὸς ἐξετάζεται,
διδοὺς βάσανον φανεράν˙
ἐν δὲ καιρῷ
ἀνδρῶν ἀγαθῶν τε κακῶν τε
[495] νοῦς ἔδωκ' ἔλεγχον.

Φασὶ δ' αὐτόν ποτε γηραιὸν ἤδη ὄντα εἰπεῖν ὡς οὐδὲν συνειδείη ἄνομον ἑαυτῷ ἐν τῷ βίῳ˙ διστάζειν δὲ περὶ ἑνός. Κρίνων γάρ ποτε φίλῳ δίκην αὐτὸς μὲν κατὰ τὸν νόμον 〈καταδικάσειε〉, τοὺς δὲ ἄλλους πείσειεν ἀποδικάσαι [4910] αὐτόν, ἵνα ἀμφότερα καὶ τὸν νόμον καὶ τὸν φίλον τηρήσαι.
Ἐνδοξότατος δὲ μάλιστα παρὰ τοῖς Ἕλλησιν ἐγένετο προειπὼν περὶ Κυθήρων τῆς νήσου τῆς Λακωνικῆς. Καταμαθὼν γὰρ τὴν φύσιν αὐτῆς, "Εἴθε," ἔφη, "μὴ ἐγεγόνει, ἢ
[4915] γενομένη κατεβυθίσθη." Καὶ εὖ προὐνοήσατο.