ΧΙΛΩΝ

[68] Χίλων Δαμαγήτου Λακεδαιμόνιος. οὗτος ἐποίησεν ἐλεγεῖα εἰς ἔπη διακόσια, καὶ ἔφασκε πρόνοιαν περὶ τοῦ μέλλοντος λογισμῷ καταληπτὴν εἶναι ἀνδρὸς ἀρετήν. πρός τε τὸν ἀδελφὸν δυσφοροῦντα ὅτι μὴ ἔφορος ἐγένετο, αὐτοῦ ὄντος, "ἐγὼ μὲν γὰρ ἐπίσταμαι," εἶπεν, "ἀδικεῖσθαι, σὺ δὲ οὔ." γέγονε δὲ ἔφορος (FGrH 244 F 335c) κατὰ τὴν πεντηκοστὴν ἕκτην Ὀλυμπιάδα - Παμφίλη δέ φησι κατὰ τὴν ἕκτην (FHG III. 520), καὶ πρῶτον ἔφορον γενέσθαι - ἐπὶ Εὐθυδήμου, ὥς φησι Σωσικράτης (FHG IV. 502). καὶ πρῶτος εἰσηγήσατο ἐφόρους τοῖς βασιλεῦσι παραζευγνύναι˙ Σάτυρος δὲ Λυκοῦργον (FHG III. 162).
Οὗτος, ὥς φησιν Ἡρόδοτος ἐν τῇ πρώτῃ
(§ 59), Ἱπποκράτει θυομένῳ ἐν Ὀλυμπίᾳ, τῶν λεβήτων αὐτομάτων ζεσάντων, συνεβούλευσεν ἢ μὴ γῆμαι, ἤ, εἰ ἔχοι γυναῖκα, ἐκπέμψαι καὶ παῖδας ἀπείπασθαι.

Κεφ. γ'. ΧΙΛΩΝ

[68] Χίλων Δαμαγήτου Λακεδαιμόνιος. οὗτος ἐποίησεν ἐλεγεῖα εἰς ἔπη διακόσια, καὶ ἔφασκε πρόνοιαν περὶ τοῦ μέλλοντος λογισμῷ καταληπτὴν εἶναι ἀνδρὸς ἀρετήν. πρός τε τὸν ἀδελφὸν δυσφοροῦντα ὅτι μὴ ἔφορος ἐγένετο, αὐτοῦ ὄντος, "ἐγὼ μὲν γὰρ ἐπίσταμαι," εἶπεν, "ἀδικεῖσθαι, σὺ δὲ οὔ." γέγονε δὲ ἔφορος κατὰ τὴν πεντηκοστὴν ἕκτην Ὀλυμπιάδα˙ Παμφίλη δέ φησι κατὰ τὴν ἕκτην. καὶ πρῶτον ἔφορον γενέσθαι ἐπὶ Εὐθυδήμου, ὥς φησι Σωσικράτης. καὶ πρῶτος εἰσηγήσατο ἐφόρους τοῖς βασιλεῦσι παραζευγνύναι˙ Σάτυρος δὲ Λυκοῦργον.
Οὗτος, ὥς φησιν Ἡρόδοτος ἐν τῇ πρώτῃ, Ἱπποκράτει θυομένῳ ἐν Ὀλυμπίᾳ, τῶν λεβήτων αὐτομάτων ζεσάντων, συνεβούλευσεν ἢ μὴ γῆμαι, ἤ, εἰ ἔχοι γυναῖκα, ἐκπέμψαι καὶ παῖδας ἀπείπασθαι.

ΧΕΙΛΩΝ

[68] [4618] Χείλων Δαμαγήτου Λακεδαιμόνιος. Οὗτος ἐποίησεν ἐλεγεῖα εἰς ἔπη διακόσια, καὶ ἔφασκε πρόνοιαν περὶ τοῦ [4620] μέλλοντος λογισμῷ καταληπτὴν εἶναι 〈κατ'〉 ἀνδρὸς ἀρετήν. Πρός τε τὸν ἀδελφὸν δυσφοροῦντα ὅτι μὴ ἔφορος [471] ἐγένετο, αὐτοῦ ὄντος, " Ἐγὼ μὲν γὰρ ἐπίσταμαι," εἶπεν, "ἀδικεῖσθαι, σὺ δὲ οὔ." Γέγονε δὲ ἔφορος κατὰ τὴν πεντηκοστὴν ἕκτην Ὀλυμπιάδα (Παμφίλη δέ φησι κατὰ τὴν ἕκτην,καὶ πρῶτον ἔφορον γενέσθα ι) ἐπὶ Εὐθυδήμου, ὥς [475] φησι Σωσικράτης. Καὶ πρῶτος εἰσηγήσατο 〈τὸ〉 ἐφόρους τοῖς βασιλεῦσι παραζευγνύναι˙ Σάτυρος δὲ Λυκοῦργον.

Οὗτος, ὥς φησιν Ἡρόδοτος ἐν τῇ πρώτῃ, Ἱπποκράτει θυομένῳ ἐν Ὀλυμπίᾳ, τῶν λεβήτων αὐτομάτων ζεσάντων, συνεβούλευσεν ἢ μὴ γῆμαι, ἤ, εἰ ἔχοι γυναῖκα,
[4710] ἐκπέμψαι καὶ παῖδας ἀπείπασθαι.