[63] Ἔστι δὲ καὶ ἡμέτερον ἐπίγραμμα ἐν τῇ προειρημένῃ Παμμέτρῳ, ἔνθα καὶ περὶ πάντων τῶν τελευτησάντων ἐλλογίμων διείλεγμαι παντὶ μέτρῳ καὶ ῥυθμῷ, ἐπιγράμμασι καὶ μέλεσιν, ἔχον οὕτως (A. Pal. VII. 87)˙

σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ˙
ὀστὰ δ' ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες.
ψυχὴν δ' ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον˙ εὖ γὰρ
θῆκε νόμους αὐτοῖς ἄχθεα κουφότατα.

Ἀπεφθέγξατο δέ, φασί, Μηδὲν ἄγαν. καὶ αὐτόν φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν (FGrH 594 F 6), ἐπειδὴ δακρύει τὸν παῖδα τελευτήσαντα, ὃν ἡμεῖς οὐ παρειλήφαμεν, πρὸς τὸν εἰπόντα, "ἀλλ' οὐδὲν ἀνύτεις," εἰπεῖν, "δι' αὐτὸ δὲ τοῦτο δακρύω, ὅτι οὐδὲν ἀνύτω."
Φέρονται δὲ αὐτοῦ καὶ ἐπιστολαὶ αἵδε˙

Σόλων Περιάνδρῳ
[63] Ἔστι δὲ καὶ ἡμέτερον ἐπίγραμμα ἐν τῇ προειρημένῃ Παμμέτρῳ, ἔνθα καὶ περὶ πάντων τῶν τελευτησάντων ἐλλογίμων διείλεγμαι παντὶ μέτρῳ καὶ ῥυθμῷ, ἐπιγράμμασι καὶ μέλεσιν, ἔχον οὕτως˙

σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ˙
ὀστέ' ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες.
ψυχὴν δ' ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον˙ εὖ γὰρ
θῆκε νόμους αὐτοῖς ἄχθεα κουφότατα.

Ἀπεφθέγξατο δέ, φασί, Μηδὲν ἄγαν. καὶ αὐτόν φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν, ἐπειδὴ δακρύει τὸν παῖδα τελευτήσαντα, ὃν ἡμεῖς οὐ παρειλήφαμεν, πρὸς τὸν εἰπόντα, "ἀλλ' οὐδὲν ἀνύτεις," εἰπεῖν, "δι' αὐτὸ δὲ τοῦτο δακρύω, ὅτι οὐδὲν ἀνύτω."
Φέρονται δὲ αὐτοῦ καὶ ἐπιστολαὶ αἵδε˙
[
64]

Σόλων Περιάνδρῳ
[63] Ἔστι δὲ καὶ ἡμέτερον ἐπίγραμμα ἐν τῇ προειρημένῃ [435] Παμμέτρῳ, ἔνθα καὶ περὶ πάντων τῶν τελευτησάντων ἐλλογίμων διείλεγμαι παντὶ μέτρῳ καὶ ῥυθμῷ, ἐπιγράμμασι καὶ μέλεσιν, ἔχον οὕτως˙

Σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ˙
ὀστὰ δ' ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες˙
[4310] ψυχὴν δ' ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον˙ εὖ γὰρ
θῆκε νόμους αὐτοῖς ἄχθεα κουφότατα.

Ἀπεφθέγξατο δέ, φασί, Μηδὲν ἄγαν. Καὶ αὐτόν φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν , ἐπειδὴ δακρύοι τὸν παῖδα τελευτήσαντα, ὃν ἡμεῖς οὐ παρειλήφαμεν, [4315] πρὸς τὸν εἰπόντα, " Ἀλλ' οὐδὲν ἀνύτεις," εἰπεῖν, "Δι' αὐτὸ δὲ τοῦτο δακρύω, ὅτι οὐδὲν ἀνύτω."
Φέρονται δὲ αὐτοῦ καὶ ἐπιστολαὶ αἵδε˙

Σόλων Περιάνδρῳ