[61] ἐπιτιμῶντα αὐτῷ εἰπεῖν (Diehl 22, 1-4)˙

ἀλλ' εἴ μοι κἂν νῦν ἔτι πείσεαι, ἔξελε τοῦτον˙
μηδὲ μέγαιρ' ὅτι σεῦ τοῖον ἐπεφρασάμην˙
καὶ μεταποίησον, Λιγυαστάδη, ὧδε δ' ἄειδε˙
ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου.

Τῶν δὲ ᾳδομένων αὐτοῦ ἐστι τάδε (Bergk 42)˙

πεφυλαγμένος ἄνδρα ἕκαστον, ὅρα
μὴ κρυπτὸν ἔχων ἔχθος κραδίῃ,
φαιδρῷ προσεννέπῃ προσώπῳ,
γλῶσσα δέ οἱ διχόμυθος
ἐκ μελαίνης φρενὸς γεγωνῇ.

Γέγραφε δὲ δῆλον μὲν ὅτι τοὺς νόμους, καὶ δημηγορίας καὶ εἰς ἑαυτὸν ὑποθήκας, ἐλεγεῖα, καὶ τὰ περὶ Σαλαμῖνος καὶ τῆς Ἀθηναίων πολιτείας ἔπη πεντακισχίλια, καὶ ἰάμβους καὶ ἐπῳδούς.

[61] ἐπιτιμῶντα αὐτῷ εἰπεῖν˙

ἀλλ' εἴ μοι κἂν νῦν ἔτι πείσεαι, ἔξελε τοῦτον˙
μηδὲ μέγαιρ' ὅτι σεῦ λῳον ἐπεφρασάμην˙
καὶ μεταποίησον, Λιγυαστάδη, ὧδε δ' ἄειδε˙
ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου.

Τῶν δὲ ᾳδομένων αὐτοῦ ἐστι τάδε˙

πεφυλαγμένος ἄνδρα ἕκαστον, ὅρα
μὴ κρυπτὸν ἔχθος ἔχων κραδίῃ,
φαιδρῷ προσεννέπῃ προσώπῳ,
γλῶσσα δέ οἱ διχόμυθος
ἐκ μελανῆς φρενὸς γεγωνῇ.

Γέγραφε δὲ δῆλον μὲν ὅτι τοὺς νόμους, καὶ δημηγορίας καὶ εἰς ἑαυτὸν ὑποθήκας, ἐλεγεῖα, καὶ τὰ περὶ Σαλαμῖνος καὶ τῆς Ἀθηναίων πολιτείας ἔπη πεντακισχίλια, καὶ ἰάμβους καὶ ἐπῳδούς.

[61] [4110] ἐπιτιμῶντα αὐτῷ εἰπεῖν˙

Ἀλλ' εἴ μοι κἂν νῦν ἔτι πείσεαι, ἔξελε τοῦτο˙
(μηδὲ μέγαιρ' ὅτι σεῦ τοῖον ἐπεφρασάμην)
καὶ μεταποίησον, Λιγυαστάδη, ὧδε δ' ἄειδε˙
"ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου."

[421] Τῶν δὲ ᾳδομένων αὐτοῦ ἐστι τάδε˙

Πεφυλαγμένος ἄνδρα ἕκαστον, ὅρα
μὴ 〈σε〉 κρυπτὸν ἔγχος ἔχων κραδίᾳ
φαιδρῷ προσεννέπῃ προσώπῳ,
[425] γλῶσσα δέ οἱ διχόμυθος
ἐκ μελαίνας φρενὸς γεγωνῇ.

Γέγραφε δὲ δῆλον μὲν ὅτι τοὺς νόμους, καὶ δημηγορίας καὶ εἰς ἑαυτὸν ὑποθήκας, ἐλεγεῖα, καὶ τὰ περὶ Σαλαμῖνος καὶ τῆς Ἀθηναίων πολιτείας ἔπη πεντακισχίλια, καὶ ἰάμβους [4210] καὶ ἐπῳδούς.